Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Gregorii Nazianzeni sententias
Georgius AcropolitaSent 14 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Οὕτω μὲν ἡμῖν τὸ τοῦ θεολόγου πατρὸς ἀπόρημα λέλυται, πῶς τε τὸ ἓν στασιάζειν πέφυκε καὶ πῶς μεμένηκεν ἀστασίαστον. ἀλλ' ἐντεῦθεν οἷόν τι καὶ πόρισμα ἡμῖν ἐκ τῶν λελεγμένων εὑρέθη, ὡς τοῦ ἀνθρώπου τῇ παραβάσει τῆς ἐντολῆς κατακριθέντος τὸν θάνατον μὴ ἂν ἄλλο ἐκ τῶν τριῶν πεφυκέναι τοῦτον λαβεῖν ἐπὶ τῷ σῶσαι καὶ εἰς τὸ πρῶτον ἐπαναγαγεῖν ἀξίωμα, εἰ μὴ τὴν πρώτην ζωὴν εἴτουν τὴν αὐτοζωήν. ἐπεὶ γὰρ οὐκ ἀφάντησιν τῆς οὐσίας αὐτοῦ κατακέκριται οὔτε μὴν τὴν παντελῆ φθορὰν τοῦ νοός, τῆς ἀθανασίας δὲ ὑπέστη τὴν ἔκπτωσιν, ἔδει τὴν πρώτην ζωὴν τὸν τεθνηκότα φορέσαι, εἴ πως μεταστοιχειώσει πρὸς τὸ ἀθάνατον. 15 Μήποτε δὲ ἄρα καὶ τὸ δαιμόνιον φῦλον ἐντεῦθεν φαίνεται, μὴ πεφυκὸς ἀναδέξασθαι τὴν πρὸς τὴν πρώτην τάξιν ἐπάνοδον. πῶς γὰρ ἄν, εἰ ἦν πρὸς φύσεως τοῦτο, οὐ διαπέπρακται τῷ ἀγαθῷ δημιουργῷ, εἰς ἄκρον προνοουμένῳ τῶν οἰκείων δημιουργημάτων, καὶ τῷ εὐσπλάγχνως κινουμένῳ περὶ τὸ ἑκάστου ἀγαθὸν καὶ τὴν τούτου τελείωσιν; ἀλλὰ δὴ καὶ ἐπὶ τούτοις οὔτε οὐσία διέφθαρται εἰς τὸ μὴ ὂν προσχωρῆσαι οὔτε μὴν ἡ ζωή. εἰσὶ γὰρ καὶ ζῶσι κἂν οὐκ εὐδαίμονα τὴν ζωήν, ὁ νοῦς δὲ αὐτοῖς ἀνατέτραπται καὶ διέφθαρται καὶ οἷον εἰς ἕτερόν τι εἶδος προυχώρησεν· οὐ γὰρ ἀλλοίωσιν πέπονθεν ἀλλ' ἑτέραν τινὰ εἰδοποίησιν· ἔδει γὰρ τὴν ἀπὸ τοῦ νοῦ θεραπείαν σφίσι γενέσθαι. τοῦ πρώτου δὲ ἦν τοῦτο νοῦ, νοῦν δὲ νοῦν προσλαβεῖν τε καὶ διορθώσασθαι ἀμήχανον ἦν· ἄλλως τε καὶ ἀμερὲς ἀμερεῖ πῶς ἂν συνδεδραμήκει εἰς ἕνωσιν; διὰ ταῦτα ὡς οἶμαι ἡ τῶν δαιμόνων φύσις ἀπρόσληπτος μεμενήκει τῷ πρώτῳ νῷ καὶ διὰ τοῦτο καὶ ἀδιόρθωτος. ἔστω σοι καὶ τοῦτο ὡς ἕτερόν τι πόρισμα, ἐκ τῶν εἰρημένων ἀναφανέν. 16 Ἰδού σοι διασεσάφηται τὰ ἠπορημένα καθὼς ἦν ἡμῖν δυνατόν, τό τε «ἡ μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη» καὶ τὸ «ἔστιν ὅτε καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ γίνεσθαι». ἡ γὰρ ὕλη ὡς ἀπεδείξαμεν ἓν οὖσα καὶ πάντη ἁπλούστατον στασιάζει πρὸς ἑαυτὴν τοῖς μεταπτώσεσι τῶν εἰδῶν, τὸ δὲ τοιοῦτον ἓν ὁποῖον εἰρήκαμεν ἀστασίαστον πάντη μένει καὶ ἀδιάρρηκτον, ὑπερηρμένον πάσης ἑνώσεως καὶ διαιρέσεως. οὐ γάρ ἐστιν ἕν, ἀλλ' ὑπὲρ τὸ ἓν καὶ διὰ τοῦτο τρία, οὐδὲ διαιρέσει τινὶ ὑποπίπτει, ὑπὲρ διαίρεσιν γάρ, καὶ διὰ τοῦτο ἕν. ὑπὲρ γὰρ ἕνωσιν τούτου ἡ ἕνωσις καὶ ὑπὲρ διαίρεσιν ἡ διαίρεσις, ὃ καὶ κρειττόνως ἄν τις ὀνομάσειε τὸ ὑπερηνωμένον καὶ ὑπερδιῃρημένον. ἐξ αὐτῆς γὰρ πᾶσα ἕνωσις καὶ πᾶσα διαίρεσις, ὡς ἐκ μεθεκτῶν μετεχόμενα, ὡς ἐξ οὐσίας παραγόμενά τε καὶ οὐσιούμενα διὰ τὴν ἄπειρον τούτου φύσιν τὴν γόνιμον καὶ τὴν οὐσιοποιὸν δύναμιν, τήν τε ζωοποιὸν ἐνέργειαν καὶ τὴν νοοποιὸν τελειότητα.

Intertext edge

Open linked passage

Note