In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Πολλοὶ μὲν καὶ ἄλλοι τῶν φίλων, ὦ θειότατε καὶ σεβασμιώτατέ μοι κεφαλή, εἰς λόγους ἐλθεῖν ἡμᾶς κατηνάγκασαν καὶ τὸ περὶ φιλοσοφίαν φιλότιμον παρ' ἑαυτοῖς ἐπιδείξασθαι, κἀντεῦθεν καὶ λόγους παῖδας ἡμεῖς εἰς φῶς προηγάγομεν. ἀλλ' ἐν ἐκείνοις μὲν λόγοις καὶ μόνον φιλίας συνδούμενοι καὶ τὸν φίλιον εὐλαβούμενοι ἀπεπληροῦμεν τὰ κελευόμενα· ὅπου δὲ πατρικὴ σχέσις καὶ ὑπερκειμένη τῶν ἄλλων στοργή, πῶς οὐκ ἂν εὐπειθέστεροι περὶ τὰ προσταττόμενα διατεθείημεν; ἀμέλει τοι τῷ σῷ χειραγωγούμενοι πνεύματι, μᾶλλον δὲ τῷ κοινῷ τε καὶ θείῳ, ἐξ οὗ πᾶσα γνῶσις ἀληθινὴ πρὸς τοὺς ἀληθείας ἐπιφεφοίτηκεν ἐραστάς, ὡς ἐξὸν τεθαρρηκότες περὶ τοὺς λόγους χωροῦμεν καὶ τὰς λύσεις τὰς ἁρμοττούσας τοῖς τοῦ θεολόγου Γρηγορίου ῥητοῖς, καθὼς αὐτός περ ἠξίωσας, σαφηνίσαι σοι βεβουλήμεθα.