Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Gregorii Nazianzeni sententias
Georgius AcropolitaSent 2 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Δύο δὲ τὰ ἀπορήματα τυγχάνει ἐπὶ δυσὶ δὲ ῥητοῖς, τῷ τε φάσκοντι «μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη» καὶ τῷ λέγοντι «ἔστι μὲν ὅπου καὶ τὸ ἓν στασιάζον καθ' ἑαυτὸ πολλὰ γίνεσθαι». ἀλλὰ τὸ μὲν προσρημένον ἀπόρημα ὀλίγης τινὸς παραμυθίας δεόμενον, ὡς προϊόντες ἐροῦμεν, διὰ μικρῶν σαφηνίσομεν· τὸ δ' ἄλλο πολλῆς τινος καὶ ποικίλης καὶ ὑψηλοτέρας ὡς οἶμαι δεῖται τῆς σαφηνείας. περὶ τούτων καὶ γὰρ ἐν μείραξιν ἔτι τελῶν καὶ τῷ θεσπεσίῳ ἐκείνῳ ἀνδρὶ τῷ φιλοσοφωτάτῳ Βλεμμύδῃ, ἡνίκα παρ' αὐτῷ ἐφοίτων, ἐκοινολογησάμην, ἀλλ' οὐδέν τι μοι εἶχεν εἰρηκέναι σαφῶς· ἀλλ' ἅπερ καὶ ἄλλοι τὰ τοῦ πατρὸς ἐξηγούμενοι– λέγω δὲ τὸν μέγαν ἐν τοῖς λόγοις Μάξιμον καὶ τοὺς μετ' αὐτὸν– εἰς πλάτος ἢ καὶ κατὰ σχολὴν διασαφοῦντες εἰρήκεσαν, ἐκεῖνά μοι καὶ αὐτὸς πρὸς τὴν ἀπορίαν ἐφθέγγετο. ἀλλ' ἐπείπερ αὐτὸς τῶν τῆς φιλοσοφίας ἡψάμην ὀργίων τῷ τε θειοτάτῳ συνῆλθον Πλάτωνι καὶ τῷ μουσολήπτῳ Πρόκλῳ, ἔτι τε μὴν τοῖς ἐνθεαστικωτάτοις ἀνδράσιν Ἰαμβλίχῳ τε καὶ Πλωτίνῳ καὶ τοῖς λοιποῖς, οὓς οὐ καιρὸς καταλέγειν, ἐποδηγήθην πρὸς τὴν διάγνωσιν τοῦ ῥητοῦ. ἀμέλει τοι καὶ σαφηνίσαι τοῦτο προήχθην ταῖς σαῖς θαρρήσας εὐχαῖς, σὺ δὲ ἵλεως ἡμῖν εἴης ὑπὲρ τὰ ἐσκεμμένα τετολμηκόσι πηδᾶν, οἵπερ τὸ τῆς ζωῆς πλοῖον ἐν πολιτικοῖς ἔχοντες πράγμασιν ἀπηναιδευμένως οὕτω περὶ τὰ θεῖα φερόμεθα καὶ τὰ ὑπὲρ ἡμᾶς ἐξετάζειν ἐθέλομεν, ἃ μόνοις ἐφεῖται τοῖς ὑπὲρ τὴν ὕλην γεγενημένοις καὶ ὑπερανῳκισμένοις τῶν ἡδονῶν. ἀλλ' ἡμεῖς μὲν οὐχ οὕτως· ἀλλὰ μόνον ὑπακοῇ χρώμενοι πληροῦμεν τὰ ἐντελλόμενα.

Intertext edge

Open linked passage

Note