In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἤδη οὖν ἀρκτέον τῆς τῶν ῥητῶν σαφηνείας καὶ πρῶτον μὲν τοῦ λέγοντος «ἡ μονὰς ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη». δόξειε μὲν ἄν τισιν οὐκ εὔλογα λέγειν τὸν τὰ τοιαῦτα θεολογοῦντα, πρῶτον μὲν ἐν οἷς φησι τὴν μονάδα εἰς δυάδα κινηθῆναι. καὶ γὰρ εὐχερῶς ἄν τις αὐτὸν ἔροιτο· «πότερον ἄρα φῄς, ὡς ἦν ἐν στάσει πρότερον ἡ μονάς, εἶτα δῆτα κινητικήν τινα προσλαβοῦσα δύναμιν ἐναντίαν τῇ πρώτῃ οἷον εἰπεῖν στατικὴν οὕτω τῆς κινήσεως κεκίνηται εἰς δυάδα κἆτα δὴ εἰς τριάδα, κἀντεῦθεν ἑτέραν προσειληφυῖα δύναμιν ἔστη, ἢ οὖσα μονὰς κινουμένη διηνεκῶς εἰς δυάδα καὶ μέχρι τριάδος βαδίζουσα, ὡς μεταιχμίου τινὸς ἐν δυάδι τυγχάνοντος, τὴν στάσιν εὕρηκεν ἐν αὐτῇ, τῆς μὲν μονάδος ἐχούσης τὴν κινητικήν, τῆς δὲ τριάδος ἵν' εἴπω τὴν στατικήν; ἀλλὰ καὶ ἐν ἀμφοῖν τοῖν λόγοιν ἄτοπα ἄττα ἀκολουθεῖ. εἰ μὲν γὰρ ἔστι τις ἀρχὴ τῆς μοναδικῆς κινήσεως, ἔσχε τὸ θεῖον ἀρχήν, ἀλλὰ καὶ πάθος, τὴν κίνησιν, εὕρηκε καὶ ἀκούσιον ἔσχηκε στάσιν, καὶ ὡς ἐπὶ δράματος ἡμῖν ἀνεφάνη θεός, ἀρχὴν λαβὼν καὶ πάθους μετασχὼν καὶ τῆς πρόσω φορᾶς ἀκουσίως ἱστάμενος. οὗ τί ἂν εἴη γελοιωδέστερον; εἰ δὲ ἀπείρως τῆς μονάδος κινουμένης ἔξωθεν ἐπῆλθέ τις δύναμις, ἀναχαιτίζουσα μὲν αὐτὴν τῆς ὁρμῆς, εἰς διαίρεσιν δὲ καὶ ἀριθμὸν ἐπάγουσα καὶ τῆς πρόσω φορᾶς τῆς μοναδικῆς κωλύουσα, καὶ πάλιν ὡς ἐπὶ σκηνῆς εὑρέθη ἄλλος θεός, τοῦ ἐν τῇ μονάδι τῇ ἀπείρως καὶ πρώτως κινουμένῃ θεωρουμένου καὶ οἷον εἰπεῖν μὴ ἱσταμένου τοῦ μοναδικοῦ χύματος ἐναντίος τε ἅμα καὶ ἰσχυρότερος. ἀλλὰ καὶ τοῦτο δὴ ἀτοπώτατον δύο πρώτους καὶ ἐναντίους στῆναι θεούς.»