Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Gregorii Nazianzeni sententias
Georgius AcropolitaSent 4 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὅτι μὲν οὖν ἔστι θεὸς παρὰ πᾶσι σχεδὸν ὡμολόγηται, Ἕλλησί φημι καὶ βαρβάροις· Ἐπίκουρος γὰρ ἀποπεμπέσθω τοῦ λόγου καὶ εἴ τις ἕτερος ἄθεος, αὐτόματον δοξάζων καὶ τυχὸν ἢ ἄλλο τι παραλήρημα. ἀλλ' ὅτι μὲν ἔστι θεός, πάντες οἰδασιν· ἀπόδειξιν δὲ τοῦ εἶναι θεὸν οὔτε τις δεδύνηται οὔτ' ἂν δυνηθείη ποιήσασθαι. αἱ γὰρ ἀποδείξεις ἐκ τῶν καθόλου τὰ ἐπὶ μέρους ἀποδεικνύουσι, καθολικώτερον δὲ ὂν τοῦ πρώτου ὄντος οὐκ ἄν τις ἐρεῖ οὐδ' ἀναπλάσειε πώποτε. πάντως γὰρ ἐκεῖνο ἂν εἴη τὸ πρῶτον, ὅπερ ἂν εἴη πρῶτον καὶ μέχρις ὅτου δύναιτο ἂν προβαίνειν· ὅπου γὰρ ἂν σταίη καὶ ἀνυπόθετον θείη, ἐκεῖνο ἂν εὕρῃ τὸ πρώτως ὄν. διὰ ταῦτα ἀπόδειξιν κατασκευάζουσαν, ὅτι ἔστι θεός, οὐ ῥᾷόν ἐστιν ἐφευρεῖν. παραμυθίαν δέ τινα ἐξ ἐπαγωγικῆς οἷον μεθόδου οἱ θεολογήσαντες ἐφεῦρόν τε καὶ παρέδωκαν ἔκ τε τῆς εὐτάκτου τοῦ παντὸς κινήσεως τῆς σφαιρικῆς τε περιπολήσεως τῶν ἐν αὐτῇ καθιδρυμένων ἄστρων, τῶν τε ἰδίαν ἐχόντων κίνησιν καὶ τῶν συμπεριφερομένων τοῦ οὐρανοῦ κύτει, καὶ ἄλλοις τοιούτοις εἰς κατασκευὴν κατεχρήσαντο, οὐχ ἧττον δὲ καὶ τὴν καθ' ἡμᾶς ζωικὴν ἁρμονίαν εἰς λόγους παραλαβόντες. ἀλλ' ἡμεῖς τὰ τοιαῦτα ἀφέντες ἄλλην τινὰ συντομωτέραν ὡς οἶμαι καὶ ἀναγκαστικωτέραν βαδίσαιμεν, καὶ μόνον οὐχὶ γεωμετρικαῖς ἀποδείξεσιν ἀποδείξαιμεν, ὅτι ἔστι θεός.

Intertext edge

Open linked passage

Note