In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ἀρκτέον οὖν ὧδε ἀπὸ κοινῶν καὶ ὁμολογουμένων πραγμάτων ἢ νοημάτων τὰ τῆς ἀποδείξεως ποιουμένοις. ἔστι μὲν ἡ οὐσία, καὶ οὐδεὶς ὁρῶν ἀντερεῖ ἢ ὁπωσοῦν αἰσθανόμενος· ἔστι γὰρ καὶ λίθος καὶ ξύλον καὶ ἵππος καὶ ἄνθρωπος ἐν οὐσίᾳ τινὶ συνυπάρχοντα. ἔστιν ἐν ταύτῃ καὶ αἴσθησις, καὶ τοῦτο σύμπας ὁμολογήσειεν· ἅπτεται γὰρ καὶ ὁρᾷ τὸ ζῶον ἀκούει τε καὶ ὀσφραίνεται. ἔστι γοῦν οὐσία, καὶ ἐπὶ ταύτῃ κρείττων δύναμις αἴσθησις. ἔστι καὶ τὸ φανταστικῶς γινώσκειν ἔν τισι τῶν αἰσθανομένων ζώων, δι' οὗ καὶ τὸ χνοειδὲς τὰ τούτου μετέχοντα ὑπεμφαίνουσιν, οἷον ἀράχναι μέλιτται μύρμηκες· ἐντεῦθεν καὶ μνήμη ἐνίοις ἐγγίνεται, ὡς κυσὶ καὶ ἵπποις καὶ ἄλλοις τοιούτοις. ἔστιν οὖν σὺν τοῖς εἰρημένοις, οὐσίᾳ τε καὶ αἰσθήσει, καὶ φανταστικὴ δύναμις, τῶν λελεγμένων κρείττων πολύ. ἀλλ' ἔστιν ἐπὶ πᾶσι τούτοις καὶ βελτίων γνωστικὴ δύναμις, τὴν τῆς νοερᾶς λέγω ψυχῆς, ἣ καὶ λόγον γεννᾷ ἐνδιάθετον καὶ συντίθησι τὸν προφορικὸν καὶ τέχνας ποιεῖ, κρείττων τῶν προλελεγμένων πολλῷ τῷ μέτρῳ τυγχάνουσα· φέρει γὰρ ἐν ἑαυτῇ καὶ τὰς ὑποδεεστέρας δυνάμεις κρειττόνως ἢ ἐν οἷς καὶ μόνον αὗται πεφύκασιν. ἐπεὶ γοῦν ταῦθ' οὕτως ἔχει καὶ ὡμολόγηται, ἀνάγκη πᾶσα καί τι εἶναι τὸ ὑπερκείμενον, 5 ἐξ οὗ καὶ ταῦτα τὰ σύνθετα. εἰ γὰρ οἰκία οὐκ ἂν γένοιτο τεχνίτου χωρὶς ἐκ λίθων καὶ ξύλων καὶ ἀσβέστου συνηρμοσ μένη, ἀλλ' οὔτε ναῦς πηχθείη ἄν ποτε ἄνευ τινὸς ναυπηγοῦ, πῶς ἂν τὰ τῇδε πάντα ὑπερκάλως ἐρρυθμισμένα τοῖς δια φόροις συγκρίμασι συσταίη δημιουργοῦ τινος ἄτερ καὶ ποιητοῦ; ἐπεὶ δὲ ταῦτα ἔσχεν ἀρχὴν χρονικήν, ἀνάγκη ἐκεῖνο ἄχρονον εἶναι· ἐπεὶ δὲ ταῦτα πάσχει φθοράν, ἐκεῖνο πάντη γε ἄχρονόν τε καὶ ἄφθαρτον, προληπτικὸν ὂν τῶν μετ' αὐτὸ καὶ παρ' αὐτοῦ γινομένων καὶ προαγωγὸν τῶν δυνάμεων ὧν ταῦτα μετέχει. εἰ γοῦν ἔστιν ἐνταῦθα ὄν, ἔστι τι τὸ προόν· καὶ εἰ ἔστιν αἴσθησις, ἔστι τι προαισθό μενον ἢ μᾶλλον ὑπεραισθόμενον· καὶ εἰ ἔστιν ἐνταῦθα νοῦς, ἔστι τι τὸ προνοοῦν ἢ καὶ ὑπερνοοῦν. διὰ ταῦτα ἔστι θεός· οὕτω γὰρ τὸ πρώτως ὂν παρὰ πᾶσιν ὠνόμασται. ἤδη γοῦν καὶ ἡμῖν ἁπλουστάτως καὶ αἰσθητικῶς μόνον οὐχὶ ἀποδέδεικται ὡς ἔστι θεός· οὐ γὰρ ἄν ποτε συσταίη τι μὴ ἀρχὴν ἔχον τινά, ἐξ ἧς οὐσιωθείη καὶ μετάσχῃ δυνάμεως.