In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἐπεὶ γοῦν ταῦτα καλῶς ἡμῖν εἴρηται, ἰτέον ἐπὶ τὴν ἀπορίαν καὶ διαλυτέον αὐτήν. κίνησιν μὲν κυρίως ἐν τοῖς θείοις οὔ φαμεν, ἀλλ' οὔτε στάσιν· τοῖς καθ' ἡμᾶς ἁρμόττει ταῦτα καὶ ὑπὸ αἴσθησιν. τῆς γὰρ κινήσεως ἑξαχῆ λεγομένης, κατὰ γένεσιν καὶ φθοράν, κατὰ αὔξησιν καὶ μείωσιν, κατά τε ἀλλοίωσιν καὶ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν, οὐδε μίαν ἐκ τούτων εὑρίσκομεν τῷ προαιωνίῳ ὄντι προσήκουσαν. πόρρω γὰρ γενέσεως τὰ θεῖα καὶ τῆς ἑπομένης ταύτῃ φθο ρᾶς, αὔξει τε οὐδαμῶς τὰ θεῖα, ἀλλ' οὐδὲ μείωσιν πάσχει, οὔτε μὴν ἀλλοιοῦται, ἀναλλοίωτα γὰρ ταῦτα πάντη, ἀλλ' οὐδὲ μεταβάλλει ἐκ τόπου εἰς τόπον, ὑπὲρ τόπον γὰρ ὡς καὶ ὑπὲρ χρόνον καθέστηκεν. ἀλλὰ τὴν μεταβατικὴν γνῶσιν, καθ' ἣν τὸ πρώτως ἐγνώκαμεν ὄν, κᾆτα δὴ τὰ ἐξ αὐτοῦ, ταύτην φαμὲν κίνησιν, καὶ τὴν εἰς τὸ πρόσω μὴ μετα βαίνουσαν εἰρήκαμεν στάσιν. μονάδα γοῦν φαντασθέντες τὸ πρῶτον, εἶτα δὴ οὐκ ἄγονον ἐννοήσαντες, εἰς δυάδα οἷον τῇ φαντασίᾳ ταυτηνὶ κεκινήκαμεν. ἐντεῦθεν προχωρήσαντες εἰς τριάδα ἔστημεν, τοῖς ὑπὲρ τούτων λογίοις ἑπόμενοι, μὴ περαιτέρω κινοῦντες ταῖς νοήσεσι τὰ ἀκίνητα. ἀκίνητον γὰρ μόνως τὸ θεῖον, πάντα δὲ ὑπ' αὐτοῦ κινεῖται· ἅπαν γὰρ κινούμενον ὑπὸ τοῦ ἐθέλειν κινεῖσθαι, καὶ τοῦτο εἰ κινοῦν κινεῖται, ὑφ' ἑτέρου πάλιν ἀνάγκη κινεῖσθαι, καὶ οὐκ ἂν σταίημεν ἀπειράκις ταῦτα ὑποτιθέμενοι, εἰ μὴ εἴς τι ἀκίνητον καταντήσαιμεν, ὃ κινοῦν οὐ κινούμενον. τοῦτο δὲ τὸ πρῶτον πέφυκεν ὄν, ἐπείπερ ἡ φύσις κινοῦσα τὰ σώματα ὑπό του ἄλλου κινεῖται· ψυχὴ γὰρ τὴν φύσιν κινεῖ καὶ ταύτην ὁ νοῦς, τοῦτον δὲ αἱ κρείττους δυνάμεις καθ' Ἕλληνας, ταύτας δὲ τὸ πρῶτον αἴτιον καὶ ἡ ἄρρητος ἐκείνη καὶ παντουργικὴ δύναμις.