Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Gregorii Nazianzeni sententias
Georgius AcropolitaSent 7 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἐπεὶ οὖν τὰ περὶ κινήσεώς τε καὶ στάσεως τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων καθ' ὅσον ἔδει διασεσαφήκαμεν, ἐπὶ τὴν ἑτέραν ἀπορίαν ἰτέον ἡμῖν τὴν λέγουσαν «ὡς ἔστιν ὅτε καὶ τὸ ἓν στασιάζον πολλὰ γίνεσθαι»· κἀντεῦθεν διὰ τῆς τοῦ ῥητοῦ λύσεως γνωστὸν ἡμῖν γένοιτο, πῶς ἡ μονὰς οὐ μέχρι δυάδος ἔστη, ἀλλ' οὐδὲ τριάδος περαιτέρω προσέβη. καὶ πρῶτον μὲν ἀπορητέον οὕτως. εἴπερ ἔστι τι κυρίως ἕν, μὴ ἔκ τινος ἢ ἔκ τινων εἰς ἑνοειδῆ τινα φαντασίαν συντεθὲν ἀλλ' ἐν τῷ ἑνὶ τὴν οὐσίαν ἔχον, πῶς μένον ἓν ὅπερ ἐστὶ στασιάσειε; καὶ μὴ μένον ἕν, εἰς δύο δὲ ἢ τρία ἠριθμημένον, πῶς ἂν ἀστασίαστον μένοι καὶ τὸ οἰκεῖον ἐς ἀεὶ διαφυλάξειεν εἶδος; ἡ γὰρ πρὸ τῆς τριάδας δυὰς αἰτία στάσεως. γρῖφος οὖν ὁ λόγος δοκεῖ καὶ αἰνιγματώδης, ὡς οἶμαι, εἴπερ τὸ μὲν εἰς δύο ἢ καὶ τρία ἠριθμημένον οὐ στασιάσει, τὸ δὲ ἓν κυρίως τυγχάνον ἓν προσδέξαιτο στάσιν, ὃ καὶ τὰ εἰς ἀριθμὸν πεσόντα δι' αὐτοῦ μετοχήν, ἔστ' ἂν αὐτοῦ μετέχῃ, ἀστασίαστα διατηρεῖ καὶ σώζει, ἐπὰν δὲ ἐκ σταίη ταῦτα τουτουὶ στασιάσαντα, τὴν φθορὰν πάσχει καὶ τὴν ἀπὸ τοῦ ἑνὸς ἐκτροπήν.

Intertext edge

Open linked passage

Note