In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ἔστι μὲν οὖν, ὡς τοῖς πᾶσι θεολόγις ἠκρίβωται καὶ καθὼς ἡμῖν προηγουμένως διασεσάφηται, τὸ πρῶτον ὄν. πᾶσι δὲ λέγω Χαλδαίοις, Αἰγυπτίοις, Ἰνδοῖς, αὐτοῖς Ἕλλησιν, ἁπαξαπλῶς τοῖς ὁπωσοῦν ἁψαμένοις θεολογίας καὶ βεβουλημένοις διαλεχθῆναι περὶ θεοῦ τοῦτο γοῦν τὸ ὂν καὶ δημιουργικὸν καθω μολόγηται αἴτιον. πάντα γοῦν ἐξ αὐτοῦ, τά τε ἄυλα εἰδη τά τε ἔνυλα. καὶ τὰ μὲν ἄυλα ἔγγιστά που τῆς αὐτῆς καθειστήκει φύσεως, εἰ καὶ κατὰ τὸν δημιουργικὸν λόγον ὡς ὅτι γε πορρω τάτω, τὰ δὲ μετέχοντα ὕλης δοκεῖ πως τούτου διῳκίσθαι, τῆς ἁπλότητος ἐκστάντα τῆς εἰδητικῆς καὶ διαπεπλασμένα συνθέσει· ἐξ ὕλης γὰρ καὶ εἴδους ὑπέστησαν. εἰ γοῦν ἐκ τοῦ πρώτου ὄντος ἀρξάμενός τις ἐξετάζειν τὰς τῶν ὄντων φύσεις κάτεισι περὶ τὰ κάτω, ὡς εἰς ἕτερον ἁπλούστερον ὂν καταντήσει, τὴν ὕλην. ὕλην δὲ λέγω οὐ τὴν προσεχῶς ὑποκειμένην τοῖς εἴδεσιν– αὕτη γὰρ εἴδους μετέχουσα εἰδοπεποιημένη ὕλη ὠνόμασται– ἀλλὰ τὴν αὐτοΰλην ὡς ἄν τις εἴποι, ἣ καὶ ἀμυδράν τινα ἔμφασιν ἔσχεν ὀντότητος. τοῦ γὰρ πρώτου ὄντος αὐτοείδους τυγχάνοντος καὶ δημιουρ γικὴν τῶν εἰδῶν αὐχοῦντος δύναμιν, αὐτοΰλη ἂν κυρίως ὀνομασθείη τὸ ἐξ ἐναντίας αὐτῷ ὑποκείμενον, μάλιστα τυψ χάνον μὴ ὂν ἢ ὄν. ἀλλ' ἀποχαρίζεται καὶ ταύτῃ τὸ πρώ τως ὂν τῇ ὑπερβλύσει τῆς οὐσιοποιοῦ δυνάμεως καὶ μικράν τινα ὀντότητος ἔμφασιν. τὸ γὰρ αὐτὸ μάλιστα τῷ εἴδει ἁρμόζει· αὐτοτρίγωνον γάρ φαμεν καὶ αὐτοάνθρωπον, ὅταν ἐκτὸς τῆς ὕλης θεωρῶμεν αὐτά.