Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Gregorii Nazianzeni sententias
Georgius AcropolitaSent 9 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ταύτην γοῦν τὴν ὕλην οἱ φυσικοὶ οὐσίαν ὑποτίθενται οὐχ ἥκιστα ἢ τὸ εἶδος, ὡς δεκτικὴν ἁπάντων εἰδῶν, καὶ παν δόχην αὐτὴν ὠνόμασαν διὰ τοῦτο καὶ μαινάδα πάλιν, ὡς ἀπο πτυστικὴν εἰδῶν καὶ ἑτέρων προσληπτικήν, καὶ ἕτερ' ἄττα τοιαῦτα. οὕτως δὲ ἐν τῷ μὴ ὄντι μᾶλλον χαρακτηριζομένη ἢ τῷ ὄντι εἰκόνας ἔχει καὶ ἀμυδρὰς ἐμφάσεις τοῦ πρώτου ὄντος, ἐξ οὗ πᾶσα οὐσία κατ' ἐνέργειαν οὖσα καὶ κατὰ δύναμιν. καὶ τοῦτο εἰκότως· τὰ γὰρ ἐκ διαμέτρου πρὸς ἄλληλα κείμενα ἰνδάλματά τινα προβάλλουσιν ὁμοιότητος. ἀκατάληπτον νοῒ τὸ πρῶτον καθέστηκεν ὄν, ἀκατάληπτον τὸ ἔσχατον. ἀλλά τι μὲν τῶν ἐκείνου, εἴ τί που καί ἐστι καταληπτόν, οἰκείῳ καταλαμβά νεται λογισμῷ· ὂν γάρ ἐστι. τοῦτο δὲ τὸ ἔσχατον νόθον κατὰ τὸν ἐκ Σταγείρας φιλόσοφον· μὴ ὂν γὰρ ἐξ ἀποφά σεως τὸ πρῶτον ὁρίζεται διὰ τὸ μηδέν τι τυγχάνειν τῶν ὄντων· δημιουργικὸν γὰρ αἴτιον καὶ κρεῖττον αὐτῶν. ἐξ ἀποφάσεως ὁρίζεται καὶ τὸ ἔσχατον διὰ τὸ μηδὲν τυγχάνειν τῶν ὄντων, ἀλλὰ καὶ χεῖρον αὐτῶν. ἁπλούστατον τὸ πρῶ τον, ἁπλούστατον καὶ τὸ ἔσχατον, εἰ καὶ τοῖς διαφόροις ποικίλλεται εἴδεσι. διὰ τοῦτο καί τινες τῶν παρ' Ἕλλησι θεολογησάντων συνάναρχον τὴν ὕλην τῷ δημιουργῷ ἐφαντάσ θησαν, κακῶς εἰδότες καὶ ἀναξίως τῆς προκειμένης αὐτοῦ ὑποθέσεως. τῆς γὰρ ὕλης καὶ τὸ μὴ ὂν μᾶλλον γινωσκο μένης ἡ ὀντοποιὸς καὶ παντουργὸς δύναμις καὶ τοῦ εἶναι ταύτην μετέχειν ποιεῖ καὶ ὑποκεῖσθαι τοῖς οὖσι καὶ γινο μένοις. ποσὸν γὰρ προσλαβοῦσα κατεσκεύασε μέγεθος, μετα λαβοῦσα δὲ καὶ ποιοῦ σῶμα φυσικὸν ἀπετέλεσε.

Intertext edge

Open linked passage

Note