Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Βούλομαι μὲν οὖν διαχωρίσαι τούτους καὶ τὰ αὐτοῖς ἰδίως ὑπάρχοντα ἐπισκέψασθαι. ἀλλὰ τοὺς συνηνωμένους ἐν πνεύματι πῶς ἂν ἔχοι τις διασπάσασθαι; καὶ γὰρ ὁ Πέτρον [τις] εἰρηκὼς καὶ Παῦλον ἐπιφέρει εὐθύς, ὁ δὲ Παύ λου μνησθεὶς οὐκέτι ἔχει μὴ καὶ Πέτρον συνεννοούμενον. δέδοικα γοῦν μὴ οὐ φιλητὸν τοῦτο τοῖν θειοτάτοιν ἀνδροῖν, δέδοικα μὴ παραζηλώσωσι τὸ ἐγχείρημα καὶ ἀποδοκιμάσωσί μου τὸ βούλημα. ἀλλά μοι δὴ τῷ λόγῳ, Πέτρε καὶ Παῦλε, συγγνοίητε· οὐ γὰρ ἄλλως παραστῆσαι δυναίμην τοὺς ἑκα τέρῳ προσόντας χαρακτῆρας τοῖς ἀκροάμοσιν.