Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἀλλ' ὦ θειότατε Πέτρε– ἀπὸ σοῦ γὰρ λέγειν ἀπάρξο μαι, ἐπεὶ καὶ πρῶτος προσελήφθης Χριστῷ, θεὸν ἐπικαλεσάμενος φανῆναί μοι τοῦ λόγου συλλήπτορα, ὃν ἐπόθησας, ᾧ κεκληκότι παρευθὺς ἠκολούθησας, ὑπὲρ οὗ σὺ καὶ τέθεικας τὴν ψυχήν. ἀκούοιτέ μοι τῶν λεγομένων ὅσοι προκύπτειν εἰς βάθη λόγων ἐπίστασθε. θεός ἐστι μὲν τῶν ὄντων ἀκρότης οὐχ ὡς συνημ μένη ἀλλ' ὡς ὑπερηρμένη ἄγαν αὐτῶν, οὐ μέτρῳ τινὶ διαστή ματος ἀλλ' ἀμετρίᾳ καὶ τόπου καὶ φύσεως, ἄγνωστος πάντη καὶ ἀκατάληπτος, οὔθ' ὑφ' ἑαυτῆς οὔθ' ὑφ' ἑτέρου γεγενη μένη. τὸ γὰρ ὑπό του γενόμενον οὐ θεός· κρείττων γὰρ ἐκείνου ἡ ὀντοποιὸς φανήσεται δύναμις. ἀλλ' οὔτε μὴ ὄν τι πρότερον εἶθ' ὑφ' ἑαυτοῦ τὸ εἶναι λαμβάνει· ὅθεν καὶ γὰρ εἰς τοῦτο προ ῆλθε καὶ οἵαις δυνάμεσι, ἐκεῖθεν τὴν ὕπαρξιν ἔσχηκεν, εἰ μὲν οἰκείαις, ἔστι τι πρότερον ὑφιστά μενον, ἐν ᾧ τὰ τῶν δυνάμεων ἑδρασθήσεται, εἰ δ' ἀλλο τρίαις, ἔστι τι προϋπάρχον ἐκείνου καὶ φυσικῶς προτιμώ μενον. οὔτε γοῦν ὑφ' ἑαυτοῦ λαμβάνει τὸ εἶναι οὔθ' ὑφ' ἑτέρου θεός, ἐστὶ δὲ τῶν ἁπάντων δημιουργὸς εἴτε νοερῶν καὶ ἀΰλων εἴτε ὑλικῶν καὶ ὁρωμένων. οὐ γὰρ τῷ δημιουργῷ κατ' οὐσίαν τὰ δημιουργήματα συνυφίσταται εἰ μὴ ἄρα δὴ κατ' αἰτίαν, οὐδ' ἄναρχα τυγχάνει καὶ ἄχρονα, αἴτιον αὐ χοῦντα θεὸν καὶ ἐς ὕστερον οὐσιωθέντα καὶ χρόνον λαβόντα μέτρον κινήσεως. θεὸς οὖν ἐστιν ὡς ἔφην ἡ πάντων ἀρχή, ὃς πρῶτον τὰς ἀΰλους οὐσίας δεδημιούργηκε καὶ τὸν νοητὸν διάκοσμον ἐκ τοῦ μὴ ὄντος παρήγαγεν· ἔδει γὰρ τὰ τῆς πρώτης δημιουργίας ἐγγυτέρω εἶναι τῆς τοῦ δημιουργήματος φύσεως. καὶ φῶτα δεύτερα τούτους ἐργάζεται, λειτουργικὰ πνεύματα πρὸς διακονίαν ἀποστελλόμενα. ὅτι δὲ ἐξ οὐκ ὄντων ἔσχον τὴν ὕπαρξιν, οὐκ ἦν αὐτοὺς ἀμεταπτώτους μένειν ἐν οἷς καὶ τετάχαται· μόνον γὰρ τὸ ἄκτιστον ἄτρεπ τον. ἐντεῦθεν ἐν τούτοις ὑπεραίρεταί τις μετάρσιος καὶ τῷ δεσπότῃ παρισωθῆναι τῇ ἀξίᾳ βεβούληται καὶ πτῶμα πίπτει ἐλεεινὸν καὶ τὴν ὑποστροφὴν μὴ δεχόμενον. εἰς γὰρ βάθος τὸ δαιμόνιον φῦλον προσλαμβάνειν πέφυκε τὴν ἀλλοίωσιν καὶ δι' ὅλου τὸ εἶδος μεταστοιχειοῦται καὶ μεταβάλλεται· οὔκ ἐστι γοῦν ἐξὸν ὅπερ προσείληφεν ἀπονήψασθαι. σὺν αὐτῷ δὲ καὶ ἑτέραι δυνάμεις ἐκπίπτουσι καὶ πρὸς κακίαν ἐξολισθαίνουσι, ἐθελον ταὶ ἐπιμύσασαι δυνάμεις τούτων τὰς ὀπτικάς. οὕτω μὲν δὴ τὰ τοῦ πρώτου κόσμου καὶ νοητοῦ. 13 Πάλιν οὖν ἕτερος κόσμος τῷ δημιουργῷ τεθεώρηται. ὁ δέ ἐστιν οὐρανὸς καὶ γῆ καὶ τὰ ἐν τούτοις ἢ καὶ ἐκ τού των λαβόντα τὴν ὕπαρξιν, ἥ τε τῶν ἀλόγων ζώων φύσις πεζή τε καὶ ἔνυδρος καὶ πτηνὴ καὶ φυτῶν γένος πολυει δῶν, οἷς ἐναγλαΐζεται τὸ κύτος ἅπαν τῆς γῆς, τἆλλα τε πάντα ὁπόσα τὴν αἴσθησιν οὐκ ἠγνόησεν. αἰσθητὸς μὲν οὖν καὶ νοητὸς κόσμος καὶ θέσει καὶ φύσει ἀπ' ἀλλήλων διίστατο, οὔτ' ἐκείνων αἴσθησιν ἐχόντων τῶν κάτωθεν οὔτε τούτων νοεῖν τι δυναμένων τῶν ὑπερέκεινα. διὰ ταῦτα μῖξιν ἐννοεῖ θαυμασιωτέραν θεός, καὶ συνάγει νοῦν πρὸς τὴν αἴσθησιν καὶ διαπλάττει τὸν ἄνθρωπον, ἐξ ὕλης μὲν τὸ σῶμα λαβών, ἐμφυ σήματι δὲ θείῳ τὴν νοερὰν δημιουργήσας ψυχήν. καὶ ζῶον διπλοῦν ἐπὶ γῆς αὐτὸν τίθησιν θνητὸν καὶ ἀθάνατον, ὑψηλὸν καὶ χαμαίζηλον, θεῷ καὶ θείοις συνόντα καὶ τῶν αἰσθητῶν γε μὴ ἀφιστάμενον, θεω ρὸν τῶν ἄνω καὶ τῶν κάτω ἐξεταστήν, μέσον τῆς ἀλόγου καὶ τῆς καθαρᾶς λογικῆς φύσεως. καὶ παράδεισον αὐτῷ φυτεύει κατὰ ἀνατολάς, χωρίον ἐξαίρετον καὶ τῷ πρώτῳ ἀνθρώπῳ ἐμπρέποντα χερσὶ διαπεπλασμένῳ τοῦ κρείττονος, καὶ τίθεται τούτῳ κλῆσις τῶν τῆς γῆς περάτων συνεκτική, καὶ ὑποτάσσεται τούτῳ τὰ πάντα, καί οἱ γινώσκονται φύσεις τῷ καθαρῷ τῆς νοήσεως. ἐπεὶ δὲ ἔδει καὶ βοηθὸν αὐτῷ γενέσθαι μὴ ἑτεροούσιον, ἐμβάλλει θεὸς ὕπνον αὐτῷ καὶ τέμνει πλευρὰν καὶ ἐκπληροῖ τὴν γυναῖκα· καὶ τοῦ ὕ πνου ἐγείρεται ὁ ἀνὴρ καὶ θαυμάζει τὸ ὅμοιον καὶ ἀποδέχεται τὸ ὁμόζυγον καὶ τὸ θῆλυ εἰς ὁμοφροσύνην ἀσπάζεται.