Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἀλλ' ὁ τοῦ πεσόντος ἐξ ἐπάρσεως φθόνος εἰς ἔννοιαν ἐμβάλλει τούτους θεότητος· οἷς γὰρ οἶδεν οὗτος ἁλούς, τούτοις θηρεῦσαι καὶ τὸν πρῶτον ἔγνωκεν ἄνθρωπον. τί δὴ πρὸς λεπτὸν ἐκτραγῳδοίην τὴν συμφορὰν πολλοῖς τε καὶ πολλάκις καὶ ἡμῖν οὐκ ὀλιγάκις ἐκθρηνηθεῖσαν; ἅπτονται καὶ ἄμφω τοῦ ἀπαγορευομένου φυτοῦ, ἐκβάλλονται παρευθὺ καὶ τοῦ παραδείσου καὶ τοῦ θεοῦ καὶ ἀσχημονοῦσι γυμνοί, φύλλοις συκῆς δὲ τῆς καὶ ἐς ὕστερον ὡς ἀκάρπου παρὰ τοῦ δεσπό του κεκατηραμένης καλύπτονται. καὶ τὸ κατάκριμα οἷον πάντες οἴδατε κἂν ἐγὼ σιωπήσαιμι, ἡ κατὰ τὸν βίον τοῦτον πολυαχθεστάτη καὶ βαρυτάτη τληπάθεια καὶ τέλος εἰς γῆν ἀποστρέψαι, ἐξ ἧς τὸ πρῶτον ἐλήφθημεν· ἐπειδὴ γὰρ οὐ μεμενήκαμεν ἐν οἷς καὶ πεπλάσμεθα, τὴν συντριβὴν ὡς εἰκὸς καταδεδικάσμεθα. καὶ ὁ σκοπὸς θεῖός τε καὶ ὀνήσι μος, εἰς δευτέραν ἄγων ζωὴν τιμιωτέραν καὶ κρείττονα. ἀλλ' οὔπω ἦν οὕτως εὐχερῶς τὴν τοῦ γένους λυθῆναι κατάραν οὐδὲ διὰ μικροῦ τὴν φύσιν ἀλλοιωθῆναι πρὸς τὸ χρηστότερον, διὰ βάθους δεξαμένην τὴν τῆς κατάρας χρω μάτισιν, οὐδ' ἀναχθῆναι ῥᾷον, εἰς βάθος μέγα τῆς ἁμαρ τίας ἐγκύψασαν. οὔτε οὖν πρὸς τῆς φύσεως τοῦ πράγματος ἦν· πῶς γὰρ αὐτὸς ἑαυτῷ τὴν θεραπείαν εἶχεν ἐπενεγκεῖν; ἀλλ' οὔτ' ἀγγέλοις ἦν δυνατὸν οἷς ἀγαπητόν, ἂν μὴ καὶ αὐτοὶ μετατρέποιντο, ἔργον ἀδιάκοπον ἔχουσιν ἀνανεύειν εἰς τὴν λαμπρότητα, ἐξ ἧς τὴν φαῦσιν λαμ βάνουσι καὶ τὴν στάσιν αὐχοῦσιν ἀμετακίνητον. λείπεται γοῦν θεοῦ τυγχά νειν τοῦτο ἐνέργημα, ὃ δὴ καλῶς ποιοῦν καὶ γεγένη ται· οὔτε γὰρ ἄγγελος οὔτε μὴν ἄνθρωπος ἀλλ' αὐτὸς ὁ δημιουργὸς ἐμὲ τὸν ἁμαρτήσαντα σέσωκε.