Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Αὕτη δὲ ἡ εἰκὼν διὰ πράξεως ἡμῖν καὶ θεωρίας ὑψηλῆς ἐπιγίνεται, ὧν τύπους εἰς διδασκαλίαν Πέτρον καὶ Παῦλον τέθεικεν ὁ Χριστός– εἰς τοιοῦτον γὰρ ὁ λόγος ἡμᾶς κατήντηκε νόημα– ὧν πράξει μὲν Πέτρος ἐκ τῶν λόγων ἐξισωθήσεται, Παῦλος δὲ τῇ θεωρίᾳ ὁμοιωθήσεται, δι' ὧν ἢ παρ' ὧν σύμπας ἄνθρωπος εἰς Χριστὸν ἀναχθή σεται, Πέτρος καὶ Παῦλος κατ' ἶσον φανείς, ἢ μᾶλλον Πέτρος, ἧττον δὲ Παῦλος γενόμενος ἢ ἐναλλάξ, πάντως δὲ ὁ βεβουλημένος ἐκεῖσε ἰέναι μὴ ἀντικλώμενος, ὡς μὴ ἂν ἄλλως εἶναι εἰ μὴ διὰ τούτων τῶν ὁμοιωμάτων Χριστῷ προσεγγίσαι καὶ μαθητευθῆναι τῷ λόγῳ καὶ σύμμορφον γεγενῆσθαι καὶ τῷ πάθει τούτου καὶ τῇ λαμπρότητι. εἰς τοιαύτην ἡμᾶς ὁ λόγος τὴν θεωρίαν ἀνήγαγε καὶ πρακτικῆς ἐπιστήμης εἰκόνα Πέτρον εἴτε προαγωνιστὴν εἴτε διδάσκαλον προύθετο. Πέτρος ἁλιεὺς καὶ τρίβων ἄγρας ἰχθυηρᾶς καὶ δίκτυα πλέκει καὶ ἰθύνει κάλαμον καὶ ἄγκιστρον ἐπιβάλλει καὶ χαλᾷ ὁρμιὰν καὶ ἐπιφέρει τὸ δέλεαρ καὶ τοῖς τεχνικοῖς πρακτικεύεται. Παῦλος δέ– εἰ γὰρ καὶ προέφην τούτους χωρίσαι ἢ κατ' ἰδίαν τὰ αὐτῶν ἐπισκέψασθαι, ἀλλ' οὐ πάμπαν διὰ μακροῦ διαρρῆξαι τούτους βεβούλημαι ἀλλ' ἐπισυνάπτειν ὡς ἔνεστιν, ὅτι μηδὲ ζωγράφος τὸ τοιοῦτον ἂν τετόλμηκεν ἐν σκιαῖς– Παῦλος γοῦν γραμμάτων ἔμπειρος καὶ Φαρισσαίοις συγκατα λέγεται καὶ νόμου ζηλωτὴς καὶ τῶν πατρικῶν αὐτοῦ παρα δόσεων θεωρός, διὰ ταῦτα καὶ τῆς γνωστικῆς ἐφαπτόμενος. Πέτρον ἐξάγει καὶ πλοίου καὶ θαλάττης Χριστὸς καὶ τῷ ὁμοίῳ τῆς τέχνης τοῦτον ζωγρεῖ καὶ πρὸς ὑψηλοτέ ραν σαγήνευσιν μετατίθησι· Παῦλον δὲ ὄψις ἰσχυροτέρα τῶν ὀφθαλμῶν ἐκνικᾷ, καὶ ἀποβάλλει τὴν ἐνοῦσαν τούτῳ θεωρίαν καὶ νόησιν καὶ εἰς τὰ κρείττω μετὰ τὴν μεταβολὴν μεταμείβεται. ὁρᾶτε πῶς οὐ διαστῆσαι πορρωτέρω δεδύνημαι τοὺς ἡνωμένους ἐν τῇ τοῦ πνεύματος χάριτι, εἰ καὶ προει λόμην ἐν μέρει τὰ τούτων ἐρεῖν; καὶ τοῦτο πάντως τοῦ πνεύματος καὶ τοῦτο τῆς συναπτικῆς καὶ εἰρηναίας ἐν Χρι στῷ χάριτος, ἣν καὶ ἡμεῖς ἀσπαζοίμεθα, ὡς οὐδενὶ γὰρ ἄλλῳ οὕτως ἢ τῇ φιλαδελφίᾳ χαίρει Χριστός.