Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Οὐ μὴν ὡς οὐχὶ καὶ Πέτρου θεωρίαις ἐντρυφῶντος ταῖς ὑψηλαῖς ἢ Παύλου ταῖς κατὰ Χριστὸν μὴ ἐνσχολάζοντος πράξεσι· ποῦ γὰρ θήσεις ἐκείνου μὲν τὴν θεολογίαν καὶ τὰ διδάγματα, τούτου δὲ τὰς θεαρέστους ἐνεργείας καὶ σπουδάσ ματα, ὅτε καὶ τὰς αὐτοῦ χεῖρας εἰς ὑπηρεσίαν ἁγίων προ τείνειν λέγεται καὶ ὑπὲρ τῶν ἐκκλησιῶν μεριμνᾶν καὶ τἆλλα ποιεῖν, ὅσα τῶν ἔξω καὶ φαινομένων καὶ σωματικῆς δεο μένων τῆς παραστάσεως; ἄλλως τε οὐδ' ἀπ' ἀλλήλων τέλεον αὐτὰ διακέκριται, ἀλλ' ὅπερ τις ἐν ἄλλοις εἰρήκει τῶν παλαιοτέρων ἐν φιλοσόφοις ὡς «ὁμοῦ χρήματα πάντα» ἐν πᾶσι κεῖται, ἔτι δὲ καὶ ἐν σώμασι τεθεώρηται, ὡς ἐκ τεσ σάρων ταῦτα συνέστηκε, κἂν τὸ μὲν ἐν ἐνίοις τὸν πλεονασ μὸν εἴληχε, τὸ δὲ ἐν ἑτέροις ὡς μεμνήμεθα, οὕτω δὴ καὶ ἐπὶ τῶν ἕξεων τῶνδε γνωρίζεται, ὡς οὐκ ἔστιν εὑρεῖν ἀμιγῆ τινα πρᾶξιν ἐν τοῖς ἀσκουμένοις ἢ θεωρίαν· πλεονά ζειν δέ φαμεν ἐκείνην ἧς τὸ κράτος ἀριδηλότερον ἀναφαί νεται, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖν δυοῖν εὐφημουμένοιν ἐπέγνωσται, ὡς ἑκατέρου ἑκάτερα τῶν ἕξεων πλεονάσαντος. ἀμφότερα δὲ ἐπαινετὰ καὶ πρὸς θείαν μοῖραν τοὺς κεκτημένους ἀνάγοντα, ἐπεὶ τὸ μὲν ὑπηρετεῖ τῷ Χριστῷ ἢ τοῖς Χριστοῦ καὶ συλλαμβάνεται, τὸ δὲ ἀκροᾶται τῶν παρ' αὐτοῦ λεγομένων καὶ ἀπανίσταται τῶν ἐνθένδε καὶ πρὸς τὰ ἄνω τῶν μυστηρίων χωρεῖ καὶ περιφρονεῖ τὸ σῶμα καὶ τοῦ νοὸς ὅλον γίνεται.