Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 19 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Ἀλλ' ἓν καὶ ἀμφοῖν τὸ διὰ πάντων τέρμα καθέ στηκεν· ἴδε καὶ γὰρ ὡς εἰς Ῥώμην καὶ ἄμφω οἱ διδάσκαλοι ἀποτέμνονται. εἰς ἓν γὰρ τέλος τὰ τῶν ἀρετῶν κατην τήκασι– πρόσχες ὁ συνετὸς καὶ τῷ τόπῳ καὶ τῷ χρόνῳ καὶ τῷ προσώπῳ– ἐν Ῥώμῃ τῇ κυριευούσῃ τῶν πόλεων καὶ ἰσχὺν σημαινούσῃ παρὰ τῆς κλήσεως· προλαμβάνει δὲ Πέτρος, καὶ Παῦλος εἰς τὸ τέλος καθυστερεῖ– καὶ τοῦτο μυστηριῶδες καὶ κρύφιον–· καὶ παρὰ τοῦ Νέρωνος τοῦ μεγίστου ἐν ἄρχουσιν ἢ ἐν ἀπηνέσι τοῦ χείρονος. πλὴν ἔχουσί τι καὶ ἐν τοῖν τελοῖν τὸ διάφορον, ἄλλος καὶ ἄλλως σχηματισθέντες ἐν τῇ σφαγῇ· τὸν μὲν γὰρ ἔδει, τὸν Πέτρον φημὶ, πρὸς οὐρανὸν ὁδοιπορεῖσθαι τῷ σχήματι, τὸν δὲ Παῦλον πρὸς γῆν ἐπικλῖναι καὶ κάτω νεῦσαι, ὡς ἂν ἀνα κεράσωσι τὰς ποιότητας καὶ πρὸς συμφωνίαν ὡς ἐξ ἐναντίων ταύτας ἁρμόσωσιν.

Intertext edge

Open linked passage

Note