Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 20 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἄμφω γοῦν εἰκόνες ὡς εἰρήκειν οὗτοι τῶν θείων ἐμφάσεων καὶ ἀρετῆς καὶ ἐνταλμάτων δεσποτικῶν καὶ θεω ρίας καὶ πράξεως. τί οὖν ἡμεῖς, ὦ φίλοι καὶ ἀδελφοί; ἆρ' εἰς μάτην ἡμῖν ὁ λόγος τὰ τοιαῦτα παρέθετο; ἆρ' ἐπὶ κενῆς ὡς ἀρχετύπῳ εἰκόνας τὸν Πέτρον καὶ τὸν Παῦλον παρέστησεν; ἢ ἔστι τις καὶ σκοπός, δι' ὃν αὐτοὺς ὁ τεχνί της λόγος ὑπέξεσε καὶ εἰς μέσον ἡμᾶς ἔφερεν ὡς καὶ τοσού τους λόγους παραναλῶσαι καὶ τοσαύτην τρίβον τεμεῖν; μά ταιοι ὄντως ἡμεῖς καὶ ἃ γεγραφήκαμεν, εἰ μὴ καὶ πρὸς ὠφέλειαν ἀφορῷεν ταῦτα καὶ τῶν πολλῶν εὐδοκίμησιν· οὔτε γὰρ θεὸς οὔτε φύσις οὔτ' ἐχέφρων ἀνὴρ ἔχουσί τι τῶν εἰς μάτην ἐργάζεσθαι. μὴ γοῦν Πέτρου χάριν ἢ Παύλου ταῦτα μοι διεξῄει ὁ λόγος; μὴ ὡς ἂν δοξασθεῖεν οἱ δεδοξασ μένοι καὶ τιμηθεῖεν οἱ τετιμημένοι δόξαν τὴν ὑπὲρ πᾶσαν δόξαν φθαρτὴν καὶ τιμὴν ἧς οὐδείς πω λόγος ἐφίκοιτο; μὴ διὰ τού τους οἱ πολλοὶ τῶν λόγων ἐχέθησαν καὶ τῶν εὐαγγελίων εἰσήχθησαν καὶ τὰ παλαιὰ καὶ νέα παρενεβλή θησαν; οὔμενουν· οὐ τῶν ἁγίων χάριν, οὐ τῆς ἐκείνων τιμῆς εἴτ' ὀνήσεως, ἀλλ' ἵνα ἡμεῖς τῶν ἀκροαμάτων ἀπολαύσαιμεν καὶ προσερεθισθῶμεν εἰς ἀρετὴν καὶ πρὸς ζῆλον ἐπαχθῶμεν τὸν ὅμοιον καὶ προσεικονισθῶμεν τοῖς ἀρχετύποις ἢ ὅτι ἐγγυτάτω προσίωμεν, κἂν μὴ πᾶσαν χρωματουργίαν δυνηθῶ μεν εἰσδέξασθαι, ἀλλ' ὅσον ἐφικτὸν ἐφιξοίμεθα τῆς μιμήσεως.

Intertext edge

Open linked passage

Note