Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 21 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Γενώμεθα οὖν Πέτρος– καὶ οὐ τολμηρὸν τοῦτο εἰπεῖν, ἐπεὶ καὶ ὡς Χριστὸς γενέσθαι παρεγγυώμεθα καὶ τοῦτο λόγος σωτηρίας τῆς ἡμετέρας καὶ τοῦτο τρόπος τῆς θείας οἰκονομίας· διὰ τοῦτο γὰρ θεὸς πτωχεύει τὴν σάρκα, ἵν' ἡμεῖς πλουτήσωμεν τὴν ἐκείνου θεότητα– μιμησώμε θα οὖν Πέτρον καὶ τὰ τοῦ Πέτρου, πρὸς τὴν ἀλήθειαν αὐ θορμήσωμεν, μιμησώμεθα τὸν ζῆλον, τὴν πίστιν, τὸ στερρόν, τὸ τάχος, τὸ ἔμπυρον. ἂν ἐν πλοίῳ τυγχάνωμεν ἢ δικτύοις ἐνασχολώμεθα καὶ ἰχθύων ἄγραις προσφιλῶς διακείμεθα, ἀκούσωμεν δὲ καλοῦντος Χριστοῦ «δεῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων», μὴ βραδύνωμεν, καταλείψωμεν πάντα καὶ τῷ καλοῦντι ἀκολουθήσωμεν· κρεῖττον ἀνθρώπους ζωγρεῖν ἢ ἁλιεύειν ἰχθῦς. ἂν στατὴρ ἡμῖν ἀπαιτῆται καὶ «βάλλετε τὸ ἀμφίβληστρον» ἀκούσωμεν «εἰς τὴν θάλασσαν», μὴ ἀμφιβάλωμεν, παραυτίκα τοῦτο χαλάσωμεν, καὶ ἀναχθή σεται ἡμῖν ἰχθὺς οὗ τοῖς σπλάγχνοις στατὴρ εὑρεθήσεται, καὶ ἀντὶ Ἰησοῦ δοθήσεται καὶ ἡμῶν, καὶ παρέλθωσιν ἡμῖν οἱ εἰσπράττοντες. ἂν ἴδωμεν Ἰησοῦν βαδίσαντα πρὸς ἡμᾶς, ἀπαγορεύσωμεν αὐτοῦ τὴν συνέλευσιν τὸ πλημμελὲς προβαλλόμενοι· ἂν ἴδωμεν πάλιν τοῦτον ἐν τοῖς ὕδασι βαί νοντα, μὴ φάσμασι παρεικάσωμεν· αὐτός ἐστιν ἀληθῶς ὁ σαρκὶ συνδεδεμένος καὶ αἵματι, ἃ καὶ μετὰ τὴν ἀνάστασιν φέρει καὶ ὑποδεικνύειν οὐκ ἐπαισχύνεται· ζητήσωμεν δὲ πρὸς τοῦτον ἐλθεῖν, ὡς ἂν ἐγγυμνασθῶμεν τοῖς θαύμασιν ἢ τῆς τοῦ καλοῦντος πειραθῶμεν δυνάμεως. ἂν οὖν καλέσῃ, πρὸς τοῦτον βαδίσωμεν· ἂν δὲ ταραχθῶμεν διὰ τὸ ἀτελὲς καὶ ἀπαγίωτον τοῦ φρονήματος, μὴ τὴν σωτηρίαν ἀπαγο ρεύσωμεν· ἐγγὺς ὁ κυβερνήτης, ἐγγὺς ὁ σωτήρ, καὶ ἐκτενεῖ τὴν χεῖρα καὶ προσλάβηται κλυδωνιζομένους· καὶ τὸ ὀλιγό πιστον μὲν ὀνειδισθῶμεν καὶ τὸν δισταγμὸν ἐγκληθῶμεν, ἀλλὰ καὶ τὸν κίνδυνον ἐκφευξούμεθα. ἂν εἰς τὸ εὐαγγέ λιον ἀποσταλῇς μονοχίτων καὶ ἄχαλκος, μὴ ἀμελήσῃς ὅλως· ἂν εἰς θεραπείαν νοσούντων, τάχυνον· ἂν εἰς δαιμονίων ἀφανισμούς, σπεῦσον· μεγάλα μὲν ταῦτα καὶ τὸ κήρυγμα καὶ αἱ θεραπεῖαι καὶ ἡ κατὰ τῶν δαιμόνων δύναμις· μέγι στον δὲ τὸ ἐγγεγράφθαι ἡμῶν ἐν τοῖς οὐρανοῖς τὰ ὀνόματα. ἂν εἰς ὄρος συνανελθεῖν Χριστῷ προσταχθῶμεν, συνανέλθω μεν τούτῳ καὶ οἷς τὰ μυστήρια ἐμπεπίστευκε· ἂν δὲ ἴδῃς ἀθρόαν ἀλλοίωσιν καὶ πρὸς τὰ κρείττω μετάμειψιν, μὴ θροηθῇς μηδὲ ταραχθῇς τὸ ἡγεμονικὸν ὡς μηδὲ γινώσκειν ὅ, τι λαλῇς· ἂν κελευθῇς μηδέν τι περὶ τούτου ἐρεῖν μέχρις ἂν ὁ κύριος δοξασθῇ, τὴν σιωπὴν ἄσπασαι. ἂν ἐρεῖς τι μὴ κατὰ γνώμην πρὸς τὸν διδάσκαλον καὶ ἀκούσῃς «ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅ τι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων», μὴ λυπηθῇς, ἀλλὰ τὸν λόγον σεβάσθητι. ἂν ἀκούσῃς «ᾐτήσατο, Πέτρε, ὁ σατανᾶς σινιᾶσαι ὑμᾶς ὡς τὸν σῖτον, ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου», μὴ ἀπιστήσῃς τοῖς λεγομένοις· ἀληθὴς ὁ λέγων ἐστίν, κἂν ἰσχυρογνώμων τυγχάνῃς αὐτός. ἂν νίπτῃ τοὺς πόδας τῶν μαθητῶν, εἶτα δὴ ἀφίκηται περὶ σέ, μὴ δυσα νασχετήσῃς πρὸς τὴν τοῦ διδασκάλου ταπείνωσιν· ἀκούσεις γὰρ «ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ»· μάθε δὲ διὰ τούτου λόγους μυστηρίου καὶ πρὸς τὰ κρείττω συν τείνοντας. ἂν πάλιν ἐρεῖ· «Πέτρε, πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με», μὴ ἀμφιβάλῃς τὴν ἀπόφασιν· κρεῖττον οἶδεν οὗτος σοῦ τῶν μελλόντων τὴν ἔκβασιν. ἂν σὺ θαρρῇς τῷ ζήλῳ, ἀλλ' οὗτος τὸ εὔτρεπτον τῆς φύσεως ἔγνωκεν· ἂν σὺ τῷ ὑπερβάλλοντι τῆς ἀγάπης πεπίστευκας, ἀλλ' οὗτος τὸ εὐαλλοίωτον τῆς γνώμης ὑπὲρ πάντας ἐπίσταται· μικρὸν γὰρ καὶ ἀρνήσῃ τρὶς τὸν Χριστόν, ὑπὲρ οὗ πολλάκις ἀποθνήσ κειν προῄρησαι, ὑπὲρ οὗ σὺ θεῖναι μυριάκις τὴν ψυχὴν ἔλεγες, καὶ ἐπιλησθήσῃ καὶ τῆς τοσαύτης ὑπὲρ τοῦ διδασ κάλου σοι προθυμίας καὶ τοῦ τόσου τόνου καὶ τοῦ ζήλου καὶ τῆς σπουδῆς, ὡς καὶ πατάξαι τὸν Μάλχον ἐν τῇ ἁλώσει αὐτοῦ καὶ τούτου τὸ ὠτίον ἀποτεμεῖν. ἀλλ' εἰ καὶ τοιαῦτα πέπονθας καὶ οὕτω σοι συνέβη τῷ ζηλωτῇ, μὴ ἀπελπίσῃς· δάκρυσον ἐξελθὼν ἔξω πικρῶς, τῶν αἰσθητῶν ἐκστὰς καὶ φθαρτῶν, καὶ θεραπεύσεις τὸ τραῦμα καὶ πρὸς τὴν πρώτην ἐπανέλθῃς τιμήν, καὶ πάλιν ἐμ πιστευθήσῃ τῆς διδασκα λίας τὸ κήρυγμα καὶ πάλιν τὰ τῆς ποίμνης ἐγχειρισθήσῃ Χριστοῦ, καὶ μάθῃς ἄνθρωπος ὢν ἀνθρώπων συγκαταβαίνειν τοῖς πταίσμασι καὶ μὴ τῷ ἀποτόμῳ τῆς δίκης ζημίαν ἐπά γειν ἐπὶ τὸ ποίμνιον. ἂν σταυρωθῇ Χριστὸς καὶ ταφῇ, μὴ ὀκνήσῃς τὸ εἰς τὸν τάφον δραμεῖν· σύνδραμε μὲν ἄλλοις, ἀλλὰ καὶ μόνος εἰς τὸ μνῆμα ἐλθέ, παράκυψον ἐντός, γνῶθι θαύματα, μάθε τεράστια· τὸ μὲν γὰρ σῶμα τὸ δεσπο τικὸν οὐ θεάσῃ, κατίδῃς δὲ τὰ ὀθόνια μόνα καὶ τὸ σουδά ριον τὸ ἐν τῇ κεφαλῇ χωρὶς εἰς ἕνα τόπον ἐγκείμενον, καὶ γνωρίσῃ ἀκριβῶς τῆς ἀναστάσεως τὸ μυστήριον, καὶ τοῖς ἄλλοις ἀναγγελεῖς εἰς παράκλησιν. τί ἔτι; θέλεις δέξασθαι καὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ τοσοῦτον λαβεῖν τὸν μι σθὸν οἷς τε ἀφῆκας τὰ ἑαυτοῦ καὶ τὸν σταυρὸν ἦρας ἐπ' ὤμων καὶ τῷ Χριστῷ ἠκολούθησας. ἂν παρὰ Χριστοῦ ἐρωτηθῇς τίς ἐστιν, μὴ ἀνθρωπίνοις ἀκολου θήσας λογισμοῖς καὶ αὐτὸς ἐρεῖς τι τοῦ δεσπότου ἀνάξιον· ἄνθρωπός ἐστι τὸ φαινόμενον, ἀλλὰ καὶ θεὸς τὸ κρυπτό μενον. μὴ προσκόψῃς ὡς οἱ Ἰουδαῖοι τοῖς ἔξωθεν· λίθος μέν ἐστιν οὗτος προσκόμματος, ἀλλὰ καὶ ἀκρογωνιαῖος γνω ρίζεται. ἐκ γοῦν τοῦ πατρὸς τῶν φώτων ἀποκαλύφθητι τὸ μυστήριον καὶ ἀνενδοιάστως εἰπέ· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος».

Intertext edge

Open linked passage

Note