Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 22 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ὡς θαυμασία σου αὕτη γενήσεται ἡ ἀπόφασις. Ἄρειον ἐκ τούτου καταισχυνεῖς καὶ Σαβέλλιον καὶ ὡς φληνάφους ἀποφανεῖς ἐν τοῖς δόγμασι, συναναστρέψεις δὲ καὶ Νεστό ριον καὶ σύμπαν σμῆνος τῶν αἱρετικῶν ἀφανίσειας. τῷ γὰρ ὀνόματι τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα ὁμοούσιον καὶ ὁμοδύναμον συναχθήσεται καὶ ἡ τοῦ Σαβελλίου συνα λοιφή σοι καταπτυσθήσεται· διῄρηται γὰρ πατὴρ καὶ υἱὸς τοῖς τῶν ὑποστάσεων ἰδιώμασι· καταβληθήσεται καὶ Νεστορίου τὸ βλάσφημον· Χριστὸς γὰρ εἷς ὁ ἐκ τῆς παρθένου καὶ θεοτόκου, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς μὲν τὴν ὑπόστασιν, τὰς δὲ φύσεις διπλοῦς. εἰ οὕτως ὁμολογή σειας, διὰ μικροῦ λόγου τὸ πᾶν σοι κατορθωθήσεται τοῦ κηρύγματος. καὶ ἡ ἀντίδοσις τῆς ὁμολογίας ὡς ὑψη λή τε καὶ θαυμασία καὶ πάσης ἐλπίδος ὑπερκειμένη καὶ ἐννοιῶν. μετονομασθήσῃ τὴν κλῆσιν καὶ οὐκέτι Σίμων ἀλλὰ Πέτρος ἀκούσῃς μακάριος, καὶ ἐπὶ τῷ λόγῳ τῷ σῷ ὡς ἐπὶ πέτρᾳ στερρᾷ ἐποικοδομήσει τὴν ἐκκλησίαν Χριστός, ἧς τοῦ ᾅδου πύλαι οὐ κατισχύουσι, καὶ λάβῃς τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, οὗ τί ἂν εἴη εὐδαιμονέστερον; καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ, καὶ δεδεσμένον αὖθις ἐν οὐρανῷ, ὃ ἐπὶ τῆς γῆς δῆσαι θελήσειας.

Intertext edge

Open linked passage

Note