Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Τούτων τῶν ἀμοιβῶν τί ἂν γένοιτο μακαριώτερόν τε καὶ τιμιώτερον; εἰ γὰρ παρὰ βασιλέως θνητοῦ πρὸς καιρὸν τιμῶντος τὸν ἄνθρωπον μικρὰν προστασίαν προσλάβῃ τις, ἡδονὴν ἄγει καί οἱ ἐπιγαννύσκεται ἡ ψυχή· παρὰ μεγίστου καὶ ἀθανάτου βασιλέως τοῦ τὸ κῦρος πάσης γῆς καὶ παν τὸς οὐρανοῦ καὶ τοῦ περὶ ταῦτα κατέχοντος τοσοῦτον καὶ τηλίκον μεγαλεῖον λαβεῖν, ὅσην φέρει τῆς ἡδονῆς τὴν ὑπερβολήν! ἄρρητός ἐστιν αὕτη καὶ ἀνερμήνευτος καὶ ἀνθρω πίνοις λογισμοῖς ἀνεπίβατος. σπουδάσωμεν οὖν Πέτροι γενέσθαι ταῖς ἐργασίαις τῶν ἀρετῶν, ἵνα καὶ τῶν ἴσων γερῶν ἐπιτύχωμεν. ἀλλ' εἰ Παῦλον μᾶλλον ἀπεικονισθῆναι πεφύ καμεν, ἀφθόνως γενοίμεθα Παῦλοι. πρῶτον μὲν τὸν ζῆλον, ὃν οὐ κατ' ἐπίγνωσιν ἔχομεν, ἀπορρίψωμεν· τῇ προσφύσει τῶν νομικῶν διαταγμάτων ἀποταξώμεθα, εἰ καὶ μὴ ἑκόντες, ἀλλ' ἄκοντες· πληγῶμεν τὰς ὄψεις· ἀποβαλώμεθα τὸ αἰσθη τὸν τοῦτο φῶς, ἵνα τὸ νοητὸν κατοπτεύσωμεν· μετονο μασθῶμεν ἐκ Σαύλων εἰς Παύλους· ἂν εἰς Ἀνανίαν ἀπέλ θωμεν, δεξώμεθα παρὰ τούτου τὸ φώτισμα καὶ κατ' ἄμφω τὴν λάμψιν κερδήσωμεν· ἴδωμεν συνάμα φῶς ἡλίου φαινό μενον καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης φῶς τὸ ἀπρόσιτον· μετακεντρίσωμεν τὸν νομικὸν ἐκεῖνον ζῆλον εἰς εὐαγγέ λιον· εἰς πάντα γῆς τὰ πέρατα διδάσκειν προθυμηθῶμεν· διέλθωμεν Συρίας τὰ ὅρια, Φρυγίας, Καππαδοκίας, λιθασθῶμεν, μαστιχθῶμεν, τεσσαράκοντα παρὰ μίαν λάβωμεν, καθειρχθῶμεν· ἂν βιασθῶμεν καὶ Ῥωμαίους ἑαυτοὺς δια μαρτυρώμεθα· καλὸν κερδῆσαι τὴν σωτηρίαν· ἂν ὠφελοῖτο τὸ εὐαγγέλιον, μέχρι τοῦ Ἰλλυρικοῦ διαδράμωμεν διατρα νοῦντες τὸ κήρυγμα· ἂν προλάβῃ Πέτρος εἰς Ῥώμην καὶ τὸ τοῦ μαρτυρίου τέλος προλάβοιτο, κατόπιν τούτου βαδίσω μεν· καὶ δι' ὃν ἀνήλθομεν εἰς Ἱερουσαλὴμ ὅπως ἂν αὐτὸν ἱστορήσωμεν, καὶ αὖθις μετὰ τοῦτον εἰς τὸ παγκόσμιον θέατρον καταντήσωμεν, ἵν' ἔμπροσθεν καὶ ἀγγέλων καὶ ἀνθρώπων ἀγωνισώμεθα· φέρωμεν τὸν σκόλοπα τῆς σαρκός· ἂν δυσφορῶμεν, τρὶς ὑπὲρ τούτου παρακαλέσωμεν· ἂν ἀκούσωμεν «ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται», σιωπῇ τὸ πάθος ὑπομεῖναι σπουδά σωμεν. ἀπορρίψωμεν τῷ πυρὶ τὴν προσφῦσαν ἔχιδναν τῇ χειρί. αἱ χεῖρες ἡμῶν πρὸς τὰ ἔργα διακονείτωσαν· ἔχει γάρ τι τὸ τοιοῦτον καὶ ὠφελείας πνευματικῆς. ἡ μέριμνα καταδαπανάτω ἡμᾶς τῶν ἐκκλησιῶν· ἀγαθὸν γὰρ τοῦτο καὶ ἀρέσκον Χριστῷ. διὰ σαργάνης ἂν δεήσειε φύγωμεν, νυχθήμερον ποιήσωμεν ἐν τῷ βυθῷ· θέατρον γενοίμεθα καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ὡσπερεὶ καθάρματα τοῦ κόσμου φανούμεθα· καλὰ γὰρ ταῦτα ἐπείπερ εὐχερῶς ἀνάγουσιν εἰς θεόν. πάντα τὰ Παύλου πεισώμεθα. γενώμεθα τοῖς Ἰου δαίοις ὡς Ἰουδαῖοι, τοῖς ὑπὸ νόμου ὡς ὑπὸ νόμου, τοῖς ἀνόμοις ὡς ἄνομοι, ἔννομοι ὄντες Χριστῷ. τοῖς πᾶσι πάντα γενοίμεθα, ἵνα τοὺς πάντας ἢ τοὺς πλείους κερδήσωμεν· θαρρήσωμεν καὶ καθ' ἑαυτῶν ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν φθέγξασθαι, καὶ ἀνάθεμα διὰ τούτους γενέσθαι θελήσωμεν. ἂν οὕτω πολιτευθῶμεν, σταυρωθήσεται μὲν ἡμῖν ὁ κόσμος καὶ ἡμεῖς τῷ κόσμῳ σταυρωθησόμεθα, ζήσομεν δὲ ἡμεῖς οὐκέτι, ζήσεται δὲ ἐν ἡμῖν ὁ Χριστός. ἔχει τις εἰπεῖν τῆς τοιαύτης ζωῆς προσφιλέστερον; καυχησώμεθα δὲ ἐν μὲν ἄλλοις ἥκιστα· εἰ δὲ καυχήσασθαι προελοίμεθα, οὐκ ἐσό μεθα ἄφρονες· ἐροῦμεν γὰρ τἀληθές· τρίτος ἡμῖν οὐρανὸς τεθεώρηται καὶ ὁ παράδεισος ὤφθη, καὶ οὐδ' ἐν γνώσει εἰ μετὰ σωμάτων ἢ σωμάτων ἐκτός· λόγοι δὲ ἡμῖν ἠκούσ θησαν ἄρρητοι, οὓς οὐκ ἐξὸν τοῖς τὰ ἀνθρώπινα φρονοῦσι λαλεῖν.