Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Ἀλλ' ἐπαναγέσθω ἡμῖν εἰς τὴν οἰκείαν νύσσαν ὁ λόγος. καθάρωμεν ἑαυτούς, ἀδελφοί, διὰ τοὺς ἀποστόλους Χριστοῦ, καὶ εἰ μὴ τὴν ἑαυτῶν σωτηρίαν πραγματευόμενοι, ἀλλ' οὖν αἰδεσθῶμεν τοὺς πόνους τούτων καὶ τὰ διδάγματα. ἀπο σμήξωμεν πᾶσαν αἴσθησιν, ἀποταξώμεθα ταῖς λειότησι τῆς ἁφῆς, μόνα ταύτῃ χρησώμεθα πρὸς ἅπερ πρῶτον ὁ δη μιουργὸς ἐμπεφύτευκε. μὴ ἐκθηλυθῶμεν τὴν αἴσθησιν, ταῖς εὐόδμοις ὀσμαῖς τοῦ μύρου μόνου τοῦ κατὰ Χριστὸν ὀσφραινοίμεθα. μὴ χρησώμεθα τῇ γλώττῃ εἰς τὰ ἐκ θαλάττης καὶ γῆς, μάθωμεν δὲ ὡς οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι τῷ πρὸς σωτηρίαν ἀπάγοντι. μὴ λιγυροῖς τοῖς ᾄσμασι καταυλῶμεν τὴν ἀκοήν, ἀλλ' ἐν πνευματικαῖς ταῖς ᾠδαῖς περιηχῶμεν αὐτήν, αἷς οὐ μόνον τὸ θεῖον θέλγεται ἀλλὰ καὶ τὰ πονηρὰ κατεπᾴδεται πνεύματα. ὄψεσι τὰ θεῖα κάλλη καταλαμβάνειν σπουδάσωμεν καὶ μὴ τὰ καταγοητεύοντα καὶ πρὸς ἀπώλειαν ἄγοντα. τῷ θυμῷ κατὰ μόνων τῶν ἀντικειμένων δυνάμεων χρώμεθα· κατὰ τῶν τοι ούτων καὶ γὰρ ἡμῖν ἐγκατέσπαρται. τὴν ἐπιθυμίαν εἰς θεὸν καὶ τὰ τοῦ θεοῦ ἀνατείνωμεν· τούτου γὰρ χάριν αὕτη τοῖς σπλάγχνοις ἡμῶν κατερρίζωται. οὕτως τοὺς ἁγίους ὡς δυνατὸν μιμησόμεθα καὶ τὴν αὐτῶν διδασκαλίαν εἰς ἔργον προβῆναι ποιήσομεν, οὕτως αὐτοὺς τιμήσομεν, οὕτως αὐτοὺς ἀγαπήσομεν, ἐὰν πᾶσαν αἴσθησιν ἀπορρίψωμεν καὶ πρὸς τὸ κρεῖττον αὐτὴν μεταστοιχειώσωμεν καὶ τὸν νοῦν ἀπὸ τῶν χαμαιζήλων πρὸς τὰ ὑπὲρ ἡμᾶς ὑπεράρωμεν.