Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Πρὸ πάντων δὲ καὶ ὑπὲρ πάντα τὸ τῆς ἀγάπης χρῆμα κτησώμεθα, δι' ἣν οὐ Πέτρου καὶ Παύλου γενοίμεθα μιμηταί, ἀλλὰ καὶ σύμμορφοι αὐτῷ Χριστῷ φανησόμεθα· εἰπεῖν γὰρ κατὰ Παῦλον αὐτὸν εἰ προφητείας λαλῶ, εἰ ξένας γλώσσας, εἰ ἑρμηνείας γλωσσῶν, εἰ πάντα πλουτῶ τὰ χαρίσματα, ἀγάπην δὲ οὐκ ἔχω, ὡς κύμβαλόν εἰμι ἀλαλάζον ἢ χαλκὸς εἰς μάτην ἠχῶν. ἀγκαλισώμεθα οὖν τὴν ἀγάπην, ὦ φίλοι καὶ ἀδελφοί, ἧς οὐδὲν κρεῖττον ἢ θεῷ προσφιλέστερον. αὕτη καὶ κατὰ τὸν βίον ὀνήσιμος καὶ πρὸς θεὸν χειραγωγὸς ἀσφαλέστατος· ταύτην καινὴν διαθήκην ὁ Χριστὸς διατίθεται, ταύτην σημεῖον τῆς ἑαυτοῦ ποιεῖται διδασκαλίας, διὰ ταύτης συμβολογραφεῖται ὁ τῷ Χριστῷ διδασκόμενος. πῶς δὲ ἀλλήλους εἰς ἀγάπην συνάξαιμεν; οἱ πλούσιοι ὧν πλουτοῦσι τοῖς πένησι μεταδιδότωσαν, οἱ πένητες τὴν εὐχαριστίαν κομιζέτωσαν ἐν οἷς ἀπολαύουσιν· οἱ ἐν δυναστείᾳ τὴν ἱλαρότητα ἐν οἷς ἄρχουσιν, οἱ ὑπήκοοι τὴν εὐταξίαν ἐν οἷς ὑποτάσσονται· οἱ ἶσοι παρὰ τῶν ἴσων μέτρων ἀπολαβέτωσαν, ἕκαστος ἑκάστῳ προσφερέτω λόγον ὀνήσοντα, οὐδεὶς γὰρ ἀνενδεής, καὶ εἰ τῶν πάνυ πλουσίων ὑπείληπται· οἱ πάντες τῶν οἰκείων δυνάμεών τε καὶ ἕξεων κοινωνείτωσαν. εἰ οὕτω δὴ ὁπλισθείημεν καὶ οὕτω συσκευασθείημεν, τάχος πρὸς οὐρανὸν ἀναπταίημεν καὶ τῷ θεῷ παρασταίημεν καὶ καθαρῶς ἐφαψαίμεθα τοῦ καθαρωτάτου καὶ λαμπροτάτου θύματος, οὗ νῦν ἀμυδρὰς τὰς ἐμφάσεις δεδέγμεθα.