Laudatio Petri et Pauli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἀλλ' ὦ δυὰς ἡ κορυφαία τῶν μαθητῶν τοῦ Χριστοῦ– ἐπισυναπτέον γάρ μοι πάλιν αὐτούς– οἱ τῆς ὁλομελείας τῆς δωδεκάδος τῶν μαθητῶν ὀφθαλμοί, οἱ φωστῆρες οἱ παμφαέστατοι, οὐχ ὁ μὲν εἰς ἡμέρας φαῦσιν τεθεὶς ὁ δὲ νυκτὸς τὴν δᾳδούχησιν, ἀλλὰ καὶ ἄμφω ἡμερινοὶ καὶ τὴν νύκτα τῆς ἀγνοίας διώκοντες καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως τοὺς διδασκομένους περιπατεῖν ἀναπείθοντες, οἱ θρόνοι τῆς Χριστοῦ ἀνακλήσεως, ἐφ' ὧν ὁ διπλοῦς ἀνεπαύσατο κύριος, τὰ δένδρα τοῦ παραδείσου τὰ ἀγλαόκαρπα, ὧν οἱ μεταλαμβάνοντες τὴν ἀφθαρσίαν ἀπολαμβάνουσιν, οἱ δίκρουνοι ποταμοὶ τῶν διδαγμάτων Χριστοῦ, ἐξ ὧν οἱ πιόντες οὐκ ἀποθνήσκουσιν ἀλλὰ μεταστοιχειοῦνται πρὸς τὸ ἀθάνατον, αἱ διτταὶ τοῦ πνεύματος μάχαιραι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος διατέμνουσαι. ὦ πλάκες ἔμψυχοι, ἐν αἷς τὰ τῆς καινῆς διαθήκης ἐγκαταγέγραπται· ὦ στύλοι δύο πυρίπνοοι τὸν νέον καθοδηγοῦντες λαὸν οὐ πρὸς γῆν πατουμένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλους ἀλλαττομένην εἰς δεσποτείαν τε καὶ κυρίευσιν, ἀλλ' εἰς τὴν θείαν τε καὶ ἀνώλεθρον, ἣν πόδες πατοῦσι πραέων καὶ καθ' ὑμᾶς ὡραῖοι καὶ ἀγαθὰ εὐαγγελιζόμενοι· ὦ πύργοι τῆς ἐκκλησίας ἀκράδαντοι, ἀσάλευτον ταύτην τηρήσαντες καὶ εἰς αἰῶνας ἀπερικλόνητον· ὦ Πέτρε καὶ Παῦλε– χαίρω γὰρ τοῖς ὑμετέροις ὀνόμασιν, ἔχουσι γὰρ εἰς ἀρετὴν καὶ παράκλησιν· ὦ ἄνθρωποι φανέντες καὶ ἀγωνισάμενοι ὑπὲρ ἄνθρωπον καὶ τὸ τοῦ μυστηρίου τέλος θεοὶ γεγενημένοι τῇ χάριτι, ἐπεὶ τῷ κατὰ φύσιν εὐηρεστήσατε· δέξασθε τὸν ἡμέτερον τουτονὶ λόγον κἂν πενιχρῶς καὶ οὐ φιλοτίμως αὐτὸν προσηνέγκαμεν, ἐπεὶ καὶ πάντας εἰκὸς τὸ τοιοῦτον παθεῖν. τίς γὰρ ἂν τῆς ἀρετῆς ὑμῶν ἐφίκοιτο λόγος; τίς τῶν ἄθλων; τίς τῶν ἀγώνων; τίς τῶν θαυμάτων; τίς τῆς ἐκεῖθεν αἴγλης τε καὶ λαμπρότητος; τίς μόνην τὴν σκιὰν ἐπαινέσαι Πέτρου δυνήσεται; ὦ Πέτρου σκιά, πρὸς σὲ γὰρ ἀποστρέψω τὸν λόγον καὶ ὡς ἐμψύχῳ σοι διαλέξομαι· σοῦ γὰρ καὶ δέομαι νῦν ὡς ἄν μοι ἐπισκιάσαις καὶ τὰ τῶν νόσων διαλυθείη μοι· ὦ θεία σκιὰ ψυχῆς ἰδίας ἀξία, ὦ παρυποστᾶσα μὲν σώματι, σώματα δὲ ἀπανιστῶσα καχεξιῶν· ὦ μὴ εὐμοιροῦσα αἰσθήσεως καὶ αἰσθήσεσι παρέχουσα τὴν ὑγιείαν· ποία γλῶσσα εὐφημήσειε; ποῖος λόγος ἐγκωμιάσειε; τίς νοῦς τῆς σῆς ἰσχύος ἐφίκοιτο; τίς ἤκουσε πώποτε ἀνθρώπου σκιὰν νοσοῦντας ἀνθρώπους ἀνιστῶσαν καὶ παραλύτους ἐγείρουσαν; σκιὰν μὲν εἶναι τὸν ἄνθρωπον λόγος εἰρήκει σοφός, ἀλλ' εὑρίσκω σκιὰν πραγμάτων ἐξαισίων δημιουργόν· ὡς μεγίστη σοι, Πέτρε, ἡ ἐπιφοιτήσασα χάρις ἐξ οὐρανοῦ, δι' ἣν οὕτως καὶ τὰ τῆς σκιᾶς σοι τερατουργεῖ.