Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 28 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ἀλλ' ἐπανιτέον πάλιν εἰς Πέτρον καὶ Παῦλον· εἰ γὰρ πρὸς λεπτὸν τὰ αὐτῶν διηγήμεθα, ὁ σύμπας χρόνος οὐκ ἐξαρκέσειε. δέξασθε τουτονὶ τὸν λόγον τὸν ἡμέτερον εὐμενῶς, εἰ καὶ μὴ τοιοῦτος ὡς τῷ ὑμετέρῳ μεγαλείῳ παραμετρηθήσεσθαι ἱκανός, ὃν οὐ γνώμῃ μᾶλλον ἢ τύχῃ χρησάμενοι πεποιήκαμεν. τί γὰρ κοινὸν ἡμῖν καὶ Καπούᾳ καὶ τῷ τόπου ἀρχιερατικῶς προστατεύοντι; ἀλλὰ τὸ τῆς τύχης ἀβέβαιον, ἀλλὰ τὸ τῶν πραγμάτων ἀνώμαλον καὶ τὸ τοῦ χρόνου εὐμετάβολον ἡμᾶς συνῆψαν ἐν τούτοις, καὶ ὁ τοῦ ἀρχιερατεύον τος ζῆλος, ὃν ὑμῖν τοῖς ἀποστόλοις ἐκτρέφει, καὶ πόθος τούτου ὁ ἔνθερμος εἰς τοῦτόν με τὸν λόγον ἠνάγκασαν. ὃν ὡς πολλάκις ἔφην, ὦ Πέτρε καὶ Παῦλε, προσδέξασθε προσηνῶς, ἐπείπερ ἐκ φιλούσης καρδίας ὑμῖν προσενήνεκται, καὶ ἀντιδοίητε τοῖς τε βιασαμένοις τοῖς τε βιασθεῖσιν ἡμῖν καὶ ἁπαξαπλῶς σύμπασιν ὅσα χρηστά, ὅσα σεμνά, ὅσα ὄντως λυσιτελῆ καὶ Χριστῷ προσοικειοῦντα διὰ καθάρσεως, τὴν ἐπίλοιπον ἡμῶν βιοτὴν ἐν εἰρήνῃ καὶ γαλήνῃ διαγαγεῖν. μέχρι γὰρ τίνος τρικυμίαι καὶ κλύδωνες; μέχρι τίνος τὸ στασιῶδες καὶ μάχιμον; τὰς τοῦ σατὰν μηχανὰς μακρότερον ἀποπέμποιτε, ἀπειρήκαμεν γὰρ αὐταῖς ἐμπίπτοντες· τὸν νοῦν ἡμῶν καὶ πᾶσαν ἔσωθεν δύναμιν τῶν αἰσθητῶν καὶ προσκαίρων ἀφέλετε καὶ τοῖς ὑπὲρ ἡμᾶς ἐνσχολάζειν διὰ παντὸς ἀπεργάσασθε· τέλος ἵλεοι γένοισθε τοῖς πολλὰ σφαλεῖσιν ἐν τῷ βίῳ ἡμῖν, ἐπὰν εἰς κρίσιν καθίσητε κατὰ τὴν τοῦ κυρίου φωνήν, καὶ ταῖς αἰωνίαις καὶ μακαρίαις σκηναῖς καθιδρύσατε, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, ὅπου εὐφραινομένων ἡ κατοικία, ὅπου ἡ λαμπρότης καὶ ἀτελεύτητος τῶν ἠγαπηκότων τὸν κοινὸν δεσπότην διαγωγή, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note