Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 2 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἀλλὰ τί περὶ τὰς ὑπωρείας βαδίζομεν; τί δὲ μὴ τοῦ ὄρους τῶν ἐγκωμίων ἐπιβαίνειν ἐπιχειροῦμεν; Πέτρος καὶ Παῦλος ἡμῖν εἰς εὐφημίαν προβέβληνται, οἱ κρείττους οὐχ ἁπλῶς ἀνθρώπων, ἀλλὰ καὶ ὅσοι τῶν ἀπ' αἰῶνος εὐηργετή κασι τῷ θεῷ, οἱ πρώτιστοι τῶν μαθητῶν τοῦ Χριστοῦ, οἱ τὰς κλήσεις μετὰ τῶν πράξεων μεταλλάξαντες, οἱ τὰς κλεῖς τῆς τῶν οὐρανῶν βασιλείας βαστάζοντες, οἱ εἰς τρίτον ὑπερ αρθέντες οὐρανόν, οἱ ἁρπαγέντες εἰς τὸν παράδεισον, οἱ θεμέλιοι τῆς ἐκκλησίας Χριστοῦ, οἱ πᾶσαν γῆν τῷ τοῦ Χρι στοῦ περιειληφότες κηρύγματι, Πέτρος οὗτοι καὶ Παῦλος. φρίττω μὲν ὡς εἰκὸς καὶ δέδοικα τοῖς ἐγκωμίοις ἐπιβαλλό μενος, χαίρω δὲ καὶ ἀγαλλιῶμαι ταῖς κλήσεσι τούτων ἁγιαζό μενος, ἐκεῖνο τῆς ἀσθενείας, τοῦτο τῆς ἐλπίδος, ἐκεῖνο τῆς τόλμης, τοῦτο τῆς προθυμίας. οὐ τοσοῦτον γὰρ τὸ ἀσθενὲς συνεστάλη, ὅσον ἡ ἐλπὶς ἔνυξεν· οὐδὲ τοσοῦτον τὰ τῆς τόλ μης ἐθράσυνεν, ὅσον ἡ προθυμία παρέπεισε.

Intertext edge

Open linked passage

Note