Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 4 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ταύτης πολλοὶ τῆς πατρίδος μετεποιήθησαν καὶ πρὸ τῆς προθεσμίας ἐπανελθεῖν ἐς ταύτην ἐφιλονείκησαν, προ φῆται, δημαγωγοί, κριταί, βασιλεῖς, ἱερεῖς, ἄνδρες δίκαιοι, ἀλλ' οὔπω τοῦ καλοῦ τετυχήκασιν· ὁ γὰρ ἰὸς τοῦ δράκοντος ἐς τὸ γένος ἅπαν ἐφιλοχώρησε. καὶ ἐξὸν μὲν ἦν τὸ πολὺ ἀποβαλεῖν τοῦ ἰοῦ, οὔπω δὲ ἅπαν ἐξέμεσε τὸ δηλητήριον. διὰ ταῦτα εἰσῆκται νόμος καὶ προφητεία καὶ ὅσα τῆς πα λαιᾶς διαθήκης καὶ τῶν παραπετασμάτων καὶ τῆς σκιᾶς, προκαθαίροντα καὶ προευτρεπίζοντα πρὸς ὑποδοχὴν τοῦ Χριστοῦ. διὰ ταῦτα βαπτίζεται νεφέλῃ ὁ Ἰσραὴλ καὶ πυρὸς ὁδηγεῖται στύλῳ, ἵνα προτυπωθῇ τὸ κατὰ Χριστὸν βάπ τισμα, ὃ καθαίρει μὲν καὶ τῷ ὕδατι, ἀφανίζει δὲ καὶ τοῦ πνεύματος τῷ πυρὶ τοὺς εἰς βάθος ῥύπους ψυχῆς. ἐντεῦθεν ἡ καινὴ διαθήκη, καὶ θεὸς ἄνθρωπος γίνεται ἐκ παρθένου τὸ ἡμέτερον ἀναλαβόμενος φύραμα, καὶ ὁ ἀσώματος σωμα τοῦται καὶ ὑλοῦται ὁ ἄυλος· καὶ τέλος τοῦ μυστηρίου οὐ μόνον τὸ ἐκλυτρῶσαι τῆς καταδίκης τὸν ἄνθρωπον τοῖς ὁ μοίοις ἀνακαθαῖρον τὰ ὅμοια, οὐδὲ πρὸς μόνον ἐπαναγα γεῖν τὸν παράδεισον ὅθεν τὸ πρῶτον ἐξώλισθεν, ἀλλὰ καὶ μεταδοῦναι θεώσεως, οὗ τῇ ἐφέσει παρὰ τοῦ ἀπατήσαντος πάλαι τῆς τρυφῆς ἐξωστράκισται. ἐντεῦθεν ἡ διδασκαλία Χριστοῦ καὶ ἡ τῶν παραπετασμάτων ἀνάπτυξις καὶ ἡ τοῦ ὀστρέου διάρρηξις καὶ τοῦ μαργαρίτου περίλαμψις καὶ τῶν κεκρυμμένων ἀπ' αἰῶνος μυστηρίων θεωρία τε καὶ φανέρω σις. ἐντεῦθεν ἀκολούθησις μαθητῶν, καὶ οἱ μὲν προλαμ βάνουσιν οἱ δ' ἕπονται, καὶ οὐ τῇ προλήψει τὸ μεγαλεῖον αὐχοῦσιν ἀλλὰ τῷ μέτρῳ τῆς ἀγαπήσεως ἢ τῷ κανόνι τῆς διδασκαλικῆς δυνάμεώς τε καὶ ἕξεως τῶν ἄλλων προτιμῶνται τε καὶ προκρίνονται· καὶ οἱ μὲν αὐτοψίαν αὐχοῦσι καὶ ἐξιστοροῦσι τὰ τοῦ Χριστοῦ, οἱ δὲ καὶ μὴ ἰδόντες τεθέανται καὶ τὸ μέγα μυστήριον κρειττόνως ἢ κατ' αἴσθησιν ἐκ διδάσκονται.

Intertext edge

Open linked passage

Note