Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 5 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Οὔτε γοῦν προϋπάντησις εἰς Χριστὸν οὔτε δὲ ὄψις ἔχουσί τι πλέον λαβεῖν, πίστις δὲ ἀκραιφνὴς καὶ ζῆλος ἄγαν ἀνόθευτος, ὧν οἱ εὐφημούμενοι μετεσχήκασι, ἐπεὶ πρὸ Πέτρου μὲν προσῆλθον ἄλλοι Χριστῷ, Παῦλος δὲ οὐδὲ ὅλως τοῦτον τεθέαται. ἀλλ' οὐ κεκώλυνται διὰ ταῦτα τοῦ πρώτοι καὶ κρείττους τῶν προϋπαντησάντων καὶ τεθεαμένων Χριστὸν καὶ εἶναι παρὰ πᾶσι καὶ ὀνομάζεσθαι. τίς γὰρ εἰς πίστιν Πέτρου θερμότερος; τίς δὲ Παύλου πρὸς τὸ εὐαγγέλιον σπουδαιότερος; ὁ μὲν τῷ ζήλῳ τῆς εἰς Χριστὸν ἀγάπης νικᾷ, ὁ δὲ πάντας ὑπερβάλλει τοῖς λόγοις καὶ τοῖς διδάγμασι. τί μὲν Πέτρου καθαρώτερον γνώρισμα ἢ φιλία πρὸς τὸν υἱὸν τοῦ θεοῦ διακαὴς καὶ ὑπέρθερμος, δι' ἣν καὶ φιλεῖται μόνον ἁπλῶς, νομοθετεῖται δὲ καὶ τὰ εἰς διδα καλίαν παντὸς τοῦ κόσμου πιστεύεται; τί δὲ Παύλου σύμ βολον ἐναργέστερον ἢ κίνησις ἀκάθεκτος πρὸς τὸ κήρυγμα καὶ τὸ πάντα γίνεσθαι πᾶσιν, ἵνα κερδήσῃ πάντας ἢ πλείονας, δι' ἣν καὶ τῶν ἀρρητοτέρων μετέσχηκεν, ὡς μὴ μόνον ἔχοι τοῖς γνωρίμοις τοὺς διδασκομένους μεταποιεῖν, ἀλλὰ καὶ τοῖς θειοτέροις καὶ ξένοις μετατιθέναι πρὸς τὰ βελτίονα.

Intertext edge

Open linked passage

Note