Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 6 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τούτους ἀρτίως ἡμεῖς εἰς εὐφημίαν προθέμενοι βουλό μεθα μὲν ἐπαινέσαι τοῖς λόγοις– οὐ δυνάμεθα δέ– οὐχ' ἵνα τι καὶ προσθῶμεν τούτοις εἰς ἔπαινον– ἀγαπη τὸν γὰρ εἰ μὴ καὶ καταβάλλωμεν τῇ ἀδυναμίᾳ τῶν λόγων τοὺς κορυφαίους τῶν μαθητῶν– ἀλλ' ἵνα ἡμεῖς τῇ μνήμῃ τούτων σωτηρίας λόγους τοῖς ἐγκωμίοις ἐγκαταμίξαιμεν. ὁρῶμεν οὖν ἤδη ἄλλα ἐπ' ἄλλοις ἐπιφερόμενα κύματα ὡς ἐπὶ θαλάσσης ἀνέμῳ ῥιπιζομένης σφοδρῷ. καὶ ἐφ' ἑνὶ ταῦτα καὶ ἐργῶδες μέτρῳ περιλαβεῖν· πῶς δὲ καὶ τοῖν δυεῖν ἐφικοίμην; πῶς δὲ διακρῖναι δυνηθείην ἑκατέρου τὰ ἴδια, ὃ μόνον μέγιστον ἔργον καὶ τέχνης λογικῆς ὑπερκείμενον, ἐπεὶ μηδὲ κατὰ φύσιν αὐτοῖς τὸ πολίτευμα οὐδ' ἐν τῇ γῇ καὶ τοῖς περὶ γῆν, ἀλλ' ἐν τοῖς οὐρανοῖς καὶ τοῖς περὶ τὰ οὐράνια. Παῦλος ταῦτα φάσκει ὁ εὐφημούμενος, Πέτρος δὲ καὶ κατὰ κυμάτων πεζεύει, καὶ ἡ τούτου σκιὰ τοὺς νοσοῦντας ἀνίστησι. καὶ τίς λόγον ἐκείνῳ πρὸς ἐγκώμιον ἐξισώσειεν; ἀλλ' ὦ δυὰς σεβασμία, ἱλήκοις τοῖς λόγοις, συγ καταβαίης τῷ ἐγχειρήματι καὶ λόγον διδοίης πρὸς ἐργασίαν τοῦ λόγου μοι, παρὰ Χριστοῦ προσειληφυῖα τὴν δύναμιν καὶ πνεῦμα προσεφελκυσαμένη Χριστοῦ καὶ ἡμῖν χαρισα μένη πρὸς τὴν τῆς εὐφημίας συντέλειαν.

Intertext edge

Open linked passage

Note