Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Laudatio Petri et Pauli
Georgius AcropolitaPaul 7 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Πέτρος μὲν οὖν καὶ Παῦλος Χριστοῦ μαθηταί, καὶ τοῦτο κοινὸν ἀμφοῖν καθέστηκε χαρακτήρισμα. διαφέρετον γὰρ οὐ μικροῖς, οὐ μεγάλοις, φημὶ καὶ ταῖς εἰς Χριστὸν οἰκειώσεσιν, οὐδὲ τῷ πρῶτοι εἶναι ἢ τῷ ὑπερφέρειν παντός, ἀλλ' ἰδιώμασί τισι μερικοῖς, δι' ὧν τὴν τῶν ἀτόμων κατά ληψιν ἔσχομεν· μετὰ γὰρ τὸ εἶναι ἢ σὺν τῷ εἶναι ταυτότης καὶ ἑτερότης ἐν τοῖς οὖσιν εὑρίσκεται. οὔτε γὰρ ἀπ' ἀλλή λων τὰ ὄντα ἀπέσχισται οὔτε μὴν πάλιν εἰς ταυτὸν συν έσταλται τῇ κοινότητι· ἐκεῖνο μὲν γὰρ ὕλης, τοῦτο δὲ μόνον θεοῦ. εἰ γοῦν ἐν τοῖς οὖσιν ἁπλῶς ταυτότης ἐν κοινότητι τεθεώρηται, πολλῷ γε πλέον ἐν τοῖς ὁμογενέσιν ἢ ἐν τοῖς ὁμοειδέσι μάλιστά τε καὶ κυριώτατα· εἰ δὲ καὶ τὸν λόγον ἢ τὸν τρόπον ἰσάζοιντο, πλεῖστον ἂν εἴη ἐν αὐτοῖς τὸ ταυ τόν. θεωρητέον οὖν κἀν τοῖς εὐφημουμένοις παρ' ἡμῖν ἀρτίως τὴν ἐνοῦσαν πρῶτον τούτοις κοινότητα, τὴν εἰς ἓν ἐκείνους συνάπτουσαν καὶ συνάγουσαν εἰς συνάφειαν, εἴτ' ἐκ συμβεβηκότων αὐτοῖς εἴτ' ἐκ γνώμης ἐπεισιοῦσαν καὶ προαιρέσεως· εἶτα δὴ καὶ τὸ ἑτεροῖον σκοπήσωμεν.

Intertext edge

Open linked passage

Note