COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 10 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
sqq), ὅτι δυνατόν ἐστι δύο συλλαβὰς εἰς μίαν βραχεῖαν παραλαμβάνειν, (ἐνόμισεν εὐλόγως μὴ δύνα σθαι τὸ τοῦ Ἀλκιβιάδου ὄνομα θεῖναι ἐν στίχῳ ἢ ἐλε γείῳ καὶ διὰ τοῦτο ἀντὶ ἐλεγείου ἐποίησεν ἴαμβον, 211 ὥστε εἶναι ἀντὶ στιχελεγείου στιχίαμβον) καὶ φέρει τὴν χρῆσιν. παραφέρει δέ, ὅτι εὕρηται καὶ ἐν στίχῳ παρὰ Κορίννῃ ἐν πέμπτῃ Heph. p. 9, 16 sq. τινὲς δέ φασιν ἐν δευτέρᾳ, κρεῖττον δέ ἐστιν ἐν πέμπτῃ. εἶτα καὶ παρὰ Πραξίλλῃ ποιητρίᾳ Heph. p. 9, 19 Cap. III. περὶ ποδῶν. 9Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες, ὧν δισύλλαβοι μὲν δʹ. καὶ τὰ ἑξῆς. 9 Ἐνταῦθα περὶ τῶν ποδῶν βούλεται διαλαμβάνειν ποῖοι καὶ πόσοι εἰσί· καὶ ἀναγκαῖόν ἐστιν ἡμᾶς πρό τερον αὐτὸ τοῦτο γνῶναι, τί ἐστι πούς. ποὺς τοίνυν ἐστὶν σύνταξις συλλαβῶν ἄρσιν καὶ θέσιν περιέχουσα. καὶ ἄλλως· πούς ἐστι μετρικὴ συλλαβῶν σχέσις ἀπὸ δύο ἕως ἕξ, ἐξ ὧν γνωρίζομεν τὸ τοῦ μέτρου εἶδός τε καὶ μέγεθος. βάσις δέ ἐστι τὸ ἐκ δύο ποδῶν συν εστηκὸς τοῦ μὲν ἐν ἄρσει τοῦ δὲ ἐν θέσει παραλαμ βανομένου. ἢ οὕτως· βάσις ἐστὶν ἢ ἐκ ποδὸς καὶ καταλήξεως, τουτέστι μιᾶς συλλαβῆς 212 ποδὶ ἰσουμένης. γνωρίζεται δὲ ὁ μὲν ποὺς ταῖς συλ λαβαῖς, τὰ δὲ μέτρα τοῖς ποσὶν ἢ ταῖς βάσεσι. μέτρον δέ ἐστι ποδῶν ὡρισμένων ποιὰ σύνταξις κατὰ τὴν φυσικὴν συμμετρίαν πως ὑπὸ τῶν τοῦ λόγου μερῶν ἀφωρισμένη.– Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικῶν, κατὰ διπλασιασμόν. εἰσὶ γὰρ δισύλλαβοι ἁπλοῖ τέσσαρες, τουτέστιν ὁ σπονδεῖος καὶ ὁ πυρρίχιος, ὁ τροχαῖος καὶ ὁ ἴαμβος. οὗτοι δὲ ἀντιστρεφόμενοι ἀλλήλους ποιοῦσι κυκλικῷ σχήματι. τοῦ γὰρ τροχαίου μετατιθεμένη ἡ μακρὰ τὸν ἴαμβον ἀποτελεῖ καὶ ἔμπαλιν ἡ τοῦ ἰάμβου τὸν τροχαῖον, καὶ αἱ τοῦ σπονδείου μακραὶ εἰς βρα χεῖαν τὸν πυρρίχιον, καὶ ἔμπαλιν αἱ τοῦ πυρριχίου βραχεῖαι εἰς μακρὰν τὸν σπονδεῖον. εἰσὶν οὖν δισύλ λαβοι τῶν ἁπλῶν πόδες τέσσαρες. εἶτα κατὰ ἀναδι πλασιασμὸν τρισύλλαβοι ὀκτώ, ὡς ὁ τεχνικός φησιν. πάλιν κατὰ ἀναδιπλασιασμὸν τῶν διπλῶν τετρασύλλα βοι ι ʹ, πεντασύλλαβοι μὲν λβʹ, ἑξασύλλαβοι δὲ ἑξηκον τατέσσαρες, ὥστε εἶναι τοὺς πάντας ὁμοῦ ρκδʹ.– Ἄλλοι δ' ἄλλως ψηφίζουσιν, ὥστε καὶ πλείονα φθά νειν. τοὺς γὰρ δώδεκα ἁπλοῦς, τουτέστι τοὺς δʹ δι συλλάβους καὶ ὀκτὼ τρισυλλάβους, δωδεκάκις πολυ πλασιάζουσι· δωδεκάκις οὖν δώδεκα γίνονται ρμδʹ. καὶ οὕτως οἱ περὶ Ὦρον καὶ Λογγῖνον ἐψήφιζον.