COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 12 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
, ὅτι λέγεται παρά τισιν ὁ τροχαῖος καὶ χορεῖος. (30, 5) 9Δεῦτέ νυν ἁβραὶ Χάριτες. 9 ἰστέον δὲ ὅτι βραχύ ἐστιν ἐνταῦθα τὸ ˉνˉυˉν ὡς καὶ ἐν τῷ δεῦρό νυν, ἢ τρίποδος περιδώμεθα ἠὲ λέβητος (Ψ 485) 236 καὶ πάλιν πρῶτά νυν Ὀρφῆος μνησώμεθα Apoll. Rhod. 123) καὶ ἐγκλίνεται τὸ ˉνˉυˉν. (30, 21) 9Φίλικος δὲ ὁ Κερκυραῖος εἷς ὢν τῆς Πλειά δος· 9 καὶ τὰ ἑξῆς.– Ἰστέον ὅτι ἐπὶ τῶν χρόνων Πτο λεμαίου τοῦ Φιλαδέλφου ἑπτὰ ἄριστοι γεγόνασι τρα γικοί, οὓς Πλειάδα ἐκάλεσαν διὰ τὸ λαμπροὺς εἶναι ἐν τῇ τραγικῇ ὡς τὰ ἄστρα τῆς Πλειάδος. εἰσὶ δὲ οὗτοι· Ὅμηρος, οὐχ ὁ ποιητής (περὶ τραγικῶν γὰρ ὁ λόγος), ἀλλ' ὁ Μυροῦς τῆς ποιητρίας υἱὸς τῆς Βυζαν τίας, καὶ Σωσίθεος καὶ Λυκόφρων καὶ Ἀλέξανδρος, Αἰαντιάδης, Σωσιφάνης καὶ οὗτος ὁ Φίλικος. τινὲς ἀντὶ τοῦ Αἰαντιάδου καὶ Σωσιφάνους Διονυσιάδην καὶ Εὐφρόνιον τῇ Πλειάδι συντάττουσιν.– οὗτος δ' ὁ Φίλικος οὐκ ἐφεῦρε πρῶτος τὸ τοιοῦτον μέτρον, ἀλλ', ὥς φησιν ὁ μετρικός, πρῶτος ὅλα, οἱονεὶ ὁλό κληρα, ποιήματα ἐκ τούτου τοῦ μέτρου ἐποίησεν.– αὕτη δ' ἡ χρῆσις ἣν παραφέρει αὐτοῦ οὐκ ἔστι στί χος, ἀλλὰ περίοδος· ὑπερβαίνει γὰρ τὸ δυοκαιτριακον τάσημον· ἡ δὲ Καλλιμάχου πεντάμετρος οὖσα οὐχ ὑπερβαίνει. ἰστέον δ' ὅτι οὐδέποτε τριακονταδύο χρόνους ὑπερβαίνει τὸ μέτρον, ἐπεὶ εἰς περίοδον ἐμ πίπτει. 237 Cap. X. Περὶ ἀντισπαστικοῦ. 9Τὸ δὲ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα. 9 U 9Τὸ ἀντισπαστικὸν ἔχει μὲν τὴν πρώτην συζυγίαν τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, τὰς δὲ ἐν μέσῳ καθαρὰς ἀντι σπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν. 9– κ Δοκεῖ μὴ διαλαμβάνειν κατὰ τάξιν, μετὰ τὸ χοριαμβι κὸν διδάσκων τὸ ἀντισπαστικόν, ὅπερ ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας σύγκειται. ἐχρῆν γὰρ μετὰ τὸ χοριαμβικὸν διαλαβεῖν περὶ τοῦ ἀπ' ἐλάσσονος ἰωνικοῦ. (εἴπομεν γὰρ εἶναι τὸ χοριαμβικὸν ἐκ μα κρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, οἱονεὶ τροχαϊκὸν καὶ ἰαμβικόν). ἀφαιρουμένη γὰρ ἡ πρώτη συλλαβὴ τοῦ χοριαμβικοῦ τίκτει τὸ ἰωνικὸν ἀπ' ἐλάσσονος. ἀλλὰ δεῖ λέγειν, ὅτι τὸ ἀντιπαθὲς παρέλαβεν, ἵνα μᾶλλον τὴν τάξιν φυλάξῃ τῷ τὰ ἀντιπαθῆ πλησίον ἀλλήλων κεῖσθαι. ὡς γὰρ ἰάμβῳ τροχαῖος, οὕτω καὶ δακτύλῳ ἀντί σπαστος. 238 Ἰστέον δ' ὅτι παρέλειψέ τινα τοῦ ἀντισπαστικοῦ μέτρου ὁ τεχνικός· ἀλλὰ δεῖ λέγειν, ὡς πολλοὶ τῶν ἄλλων μετρικῶν φασιν, ὅτι δέχεται τὸν πρῶτον πόδα ἀντίσπαστον ἢ ἐπίτριτον τέταρτον, τουτέστιν ἐκ τριῶν μακρῶν καὶ μιᾶς βραχεῖας, ἢ παιῶνα δεύτερον, τουτ έστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, ἢ δι τρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βρα χείας, τὰς δὲ μέσας ἀντισπαστικὰς καὶ ἰαμβικάς, τὴν δὲ τελευταίαν ὅτε ἐστὶν ἀκατάληκτον ἰαμβικήν, ὅτε δὲ καταληκτικὸν... καὶ ταῖς ἰαμβικαῖς ἑπομένην συζυγίαις. Τρέπεται δὲ ὁ πρῶτος ποὺς ἔστιν ὅτε, ὥς φησιν, εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, οἱονεὶ πυρ ρίχιον καὶ σπονδεῖον καὶ ἴαμβον καὶ τροχαῖον· καθό λου γὰρ ἄλογός ἐστιν ὁ πρῶτος ποὺς καὶ ἄτακτος. ἔστι δ' ὅτε αὐτὸς ὁ πρῶτος ποὺς σπονδεῖος ὢν δυνά μει λύεται εἰς δάκτυλον, τῆς δευτέρας συλλαβῆς τοῦ σπονδείου διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς μακρᾶς πάλιν εἰς δύο βραχείας διαλυομένης· ὁ γὰρ πυρρίχιος ἐκ δύο βραχειῶν συγκείμενος οὐκ εἶχεν εἰς τί διαλύεσθαι. (31, 20) 9Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς τὰ ἀντι σπαστικά, οὐ μόνον ἔχει τὴν πρώτην συζυγίαν τρεπο μένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς 239 ἰαμβικαῖς ἑπομένην. 9– Ὃ δὲ θέλει εἰπεῖν τοιοῦτόν ἐστιν· ὅτι συμβαίνει τὰ ἀντισπαστικὰ οὐ μόνον τὴν πρώτην συζυγίαν παρανομεῖν, ἀλλ' ἐὰν ἐπιμίσγη ται αὐτοῖς βάσις ἰαμβική, καὶ ἑπομένη τῇ ἰαμβικῇ παρανομηθήσεται παρὰ τὴν ἄρχουσαν· ὅτε δ' οὐκ ἀναμίσγονται αὐτῷ τὰ ἰαμβικά, καθαρεύει περὶ τὰς ἑξῆς ὁ ἀντίσπαστος. (32, 5) 9Πενθημιμερές, τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον. 9 τοῦτο κατὰ πόδα μετρεῖται· δύο γάρ εἰσι κῶλα, ἵνα σύγκειται ἀπὸ ἀντισπάστου καὶ πυρριχίου [ἤγουν συλ λαβῆς μακρᾶς διαλυθείσης εἰς δύο βραχείας]. ἰστέον γάρ, ὅτι τὸ δοχμιακὸν σύγκειται ἐξ ἀντισπάστου καὶ συλλαβῆς, ὡς πρὸς τὸν μετρικὸν χαρακτῆρα. οἱ μέντοι ῥυθμικοὶ τὸ πᾶν μέτρον ὡς μίαν συζυγίαν λαμβάνον τες δοχμιακὸν ὀνομάζουσι διὰ τὴν τοιαύτην αἰτίαν. οἱ προειρημένοι ῥυθμοί, ἴαμβος παίων ἐπίτριτος, ὀρθοὶ καλοῦνται· ἐν ἰσότητι γὰρ κεῖνται, καθὸ ἕκαστος τῶν ἀριθμῶν μονάδι πλεονεκτεῖται· ἢ γὰρ μονάς ἐστι πρὸς δυάδα ἢ δυὰς πρὸς τριάδα ἢ τριὰς πρὸς τετράδα· [τουτέστι μακρὸς χρόνος πρὸς βραχείας, ὡς ἐν τῷ δα 240 κτύλῳ τυχόν, μονὰς πρὸς δυάδα.] ἐν δὲ τῷ δοχμίῳ [ἐπίτριτός ἐστι καὶ συλλαβή] εὑρίσκεται ἡ διαίρεσις τριὰς πρὸς πεντάδα, οὐκέτι ὀρθή. οὗτος οὖν ὁ ῥυθ μὸς οὐκ ἠδύνατο ὀρθὸς καλεῖσθαι, ἐπεὶ δυάδι πλεο νεκτεῖται. ἐκλήθη οὖν δόχμιος, ἐν ᾧ τὸ τῆς ἀνισότη τος μεῖζον ἢ κατὰ τὴν εὐθεῖαν κρίνεται. Ἐνταῦθα οὖν δόχμιον ῥυθμόν φησιν ἴαμβον καὶ παιῶνα πρῶ τον, τουτέστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ μακρᾶς καὶ τριῶν βραχειῶν· τινὲς γὰρ οὕτω μετροῦσι. καὶ ἔστιν ἡ ˉτˉαˉι συλλαβὴ εἰς δύο βραχείας λογιζομένη τοῦ παιῶ νος, ἵνα τὸ μαίεται20 πρῶτος παίων ᾖ. τὸ δὲ τέλος τῆς δευτέρας χρήσεως ἀντὶ μακρᾶς ἔχει τὸ τέλος λυό μενον εἰς δύο βραχείας καὶ ποιεῖ πάλιν παιωνικόν. (32, 13) 9Τὸ καλούμενον Γλυκώνειον. 9– Κωμικὸς δὲ ἦν ὁ Γλύκων, οὗ καὶ δρᾶμα φέρεται κωμικὸν οἱ Φρά τορες. Ἰστέον οὖν ὅτι τινὲς εὕρεμά φασιν, ὅπερ οὐ δεῖ. εἴρηται μὲν γὰρ καὶ εὕρησις καὶ εὕρεσις, καὶ Ἀττικοί τινες ἑκατέρως φασίν· ἔστι γὰρ σύγγραμμα παρὰ Θεο φράστῳ περὶ εὑρήσεως· ἀλλὰ διὰ τοῦ ˉε ἐν ἰάμβῳ οὐχ εὕρεσις τοῦτ' ἔστιν, ἀλλ' ἀφαίρεσις 241 ἐν τοῖς Ἐπιτρέπουσι Men. 180 καὶ εὕρημα διὰ τοῦ ˉη εὕρημα δ' οὐκ οἶσθ' οἷον εὕρηκας τόδε Eurip. Med. 716)· οὐ μὴν διὰ τοῦ ˉε εὕρεμα. (33, 2) 9Φαλαικείον καλεῖται9.– Φαλαίκειόν φησι μέτρον, οἱονεὶ Φιλίκειον ἀπὸ Φιλίκου τοῦ προειρημέ νου. τὸ δὲ χαῖρ' ὦ χρυσόκερως βαβάκτα κήλων Κρατίνου ἐστί. (33, 19) 9Τὸ δὲ δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον. 9– Πριάπειον δὲ ἐκλήθη, ἐπειδὴ Εὐφρόνιος ὁ γραμματικὸς ἐπὶ τῶν Πτολεμαίων ἐν Ἀλεξανδρείᾳ ἔγραψεν εἰς Πρίαπον τούτῳ τῷ μέτρῳ· καὶ ὥσπερ τὸ ἰθυφαλλικὸν ἐκλήθη ἐπιτήδειον ὂν εἰς τὸν Διόνυσον, οὕτω καὶ τὸ Πριάπειον. ἰστέον δέ, ὅτι τούτου τοῦ Εὐφρονίου γέγονεν ἀκροατὴς Ἀρίσταρχος ὁ γραμματι- κός, οὐ μόνον Ἀριστοφάνους τοῦ Βυζαντίου. (34, 21) 9Κρονίδα βασιλῆος γένος Αἴαν τὸν ἄριστον πέδ' Ἀχιλλέα9 οἱονεὶ τοῦ Κρονίδου βασιλέως γένος, τὸν Αἴαν (ἀντὶ τοῦ τὸν Αἴαντα), ἄριστον ὄντα μετὰ τὸν Ἀχιλλέα. πέδα ἀντὶ τοῦ μετά, ὡς τὸ (τοῦ ποιητοῦ δ' ἔστι τοῦτο) μετ' ἀμύμονα Πηλείωνα (λ