Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
COMMENTARIVS GEORGII CHOEROBOSCI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
, πάνυ ἁρμοδίως· ἀπὸ γὰρ τοῦ ἔχω ἕξω γέγονεν, ὁ ἐχό μενος καὶ ἀντιλαμβανόμενος τῆς οἰκείας πόλεως. οὐ γάρ ἐστιν ἀπὸ τῆς ἐκ προθέσεως, ἵνα τις ὑπολάβοι τὸ ˉκ εἶναι μετὰ τοῦ ˉε καὶ τὴν ˉτˉωˉρ συλλαβὴν κατ' ἰδίαν.– Τὰ δὲ λοιπὰ παραδείγματα πρόδηλα. Περὶ κοινῆς συλλαβῆς. 9Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν διφθόγγῳ ἢ μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἐπι φέρηται φωνῆεν, οἷον ἄνδρα μοι ἔννεπε, μοῦσα, ὃς πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν9 (α 1. 2)· 9τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα9 (Δ 109). Καλῶς οὐχ ὡρίσατο τὴν κοινὴν συλλαβήν. οὐ γὰρ ἔστιν, ἀλλὰ γίνεται. τῶν δὲ μὴ ὄντων οὐ δεῖ παρέχειν ὅρους ὡς ὄντων. ἐν μέσῳ δὲ ἀμφοῖν κειμένη κοινὴ προσαγορεύεται. Ἰστέον δ' ὅτι ὁρίζονταί τινες αὐτὴν οὕτως· κοινή ἐστι συλλαβὴ ἀμφίδοξος συλλαβῆς δύναμις, ἣ πρὸς ἀμφότερα δύναται λαμβάνεσθαι, τῷ δὲ Ἡφαιστίωνι 189 ὅρον οὐκ ἔδοξεν αὐτῆς θεῖναι, οὐδὲ τῆς θέσει μακρᾶς· καὶ εἰκότως· ἐπειδὴ φασίν, ὅτι οὐκ ἐξ αὐτῶν εἰσίν, ἀλλὰ θέσει ἢ μακραὶ ἢ βραχεῖαι γίνονται. περιττὸν δὲ τῆς μὴ οὔσης ὅρον ἀποδοῦναι· οἱ γὰρ ὅροι τῶν ὄντων φύσει. Εἶς τρόπος δέ ἐστι τῆς κοινῆς συλλαβῆς, εἰ καὶ ἁπλῶς αὐτὸς δοκεῖ τρεῖς λέγειν τρόπους, καθάπερ καὶ ὁ Διονύσιος. ὅταν γὰρ εἰς μακρὰν λήγῃ καὶ ἀπαρτίζῃ εἰς μέρος λόγου καθαρὸν καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φω νήεντος ἀρχομένην, κοινὴ γίνεται. καὶ τοῦτο πάντως πρόδηλον ἐκ τῶν παραδειγμάτων. κεχρήμεθα δὲ αὐτῇ καὶ ἡμεῖς, ἡνίκ' ἂν ποιῶμεν τὸν ἀμφίμακρον καὶ πα λιμβάκχειον πόδα. (3, 10) 9Ῥᾷον γὰρ γίνεται ἡ τοιαύτη κοινή, ἐὰν ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη, ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι· σπανιώτερον δὲ καὶ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ' ὅμως εὑρίσκεται, καὶ μά λιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ9 (155 ν) 9Ἴστρος τοιαύτας παρθένους λοχεύεται, ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ' ακοῦσαι, ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντοσ9 (1, 4) 9ἥ κου νῦν ἐπὶ Ληθαίου. 9 190 Καλῶς τοῦτό φησιν, ὅτι ῥᾷον γίνεται, ἡνίκα ἀπαρ τίζῃ εἰς μέρος λόγου καθαρὸν ἡ μακρά. γίνεται γὰρ καὶ ἐν μέσῳ λέξεως καὶ ἐν ἀρχῇ λέξεως κοινή, ἀλλ' οὐχ οὕτως" 3ῥᾷον" 3 καὶ εὐχερές. καὶ φέρει ἐν διαφό ροις μέτροις τὰ παραδείγματα. Φησὶ τοίνυν, ὅτι ὁ Αἰσχύλος κέχρηται ἐν Νιόβῃ δράματι εἰς ἰαμβικὸν μέτρον τῇ ˉοˉι ἐν ἀρχῇ λέξεως οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως ἔχει πᾶσα ἡ χρῆσις κατὰ τὸ τέλος, ἀλλὰ Ἴστρος τοιαύτας παρθένους ἐξεύχεται τρέφειν ὅ θ' ἁγνὸς Φᾶσις.) Καὶ Σωτάδης ἐν Ἀδώνιδι φησὶν τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ' ἐπακοῦσαι. τοῦτον δὲ τὸν Σωτάδην ἀνεῖλε Πτολεμαῖος ὁ Φιλά δελφος ἐλεγχθεὶς καὶ ὑβρισθεὶς ἐξ αὐτοῦ, ὅτι συγγε γένηται τῇ οἰκείᾳ ἀδελφῇ ὁ Πτολεμαῖος.– Ἔστι δὲ τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος. γίνεται δὲ τὸ καθα ρὸν ἰωνικὸν ἀπὸ μείζονος ἀπὸ σπονδείου καὶ πυρ ριχίου ἕως ἔξω. ἔστι δ' ὅτε ἡ μακρὰ εἰς δύο βραχείας διαλύεται, [ἔστι δ' ὅτε τὴν πρώτην συλ λαβὴν μόνην] ὥστε τὸ σχῆμα γενέσθαι τοιοῦτον· ἀπὸ δύο βραχειῶν καὶ μακρᾶς, εἶτα ἀπὸ δύο βραχειῶν τὴν δευτέραν βάσιν καὶ λοιπὸν ἐφεξῆς. καὶ καλεῖται τὰ 191 τὸ τοιοῦτον σχῆμα ἔχοντα κοινὴ λύσις· [τὸ αὐτὸ καὶ ἐπὶ τῆς πέμπτης βάσεως ἐστὶν ἐνταῦθα· ἀπὸ γὰρ μα κρᾶς καὶ δύο βραχειῶν ἐστι] κοινὴ γὰρ εὑρίσκεται τοῦ ἀπὸ μείζονος καὶ τοῦ ἀπ' ἐλάσσονος ἰωνικοῦ μέτρου. οὐσῶν γὰρ δύο μακρῶν καὶ δύο βραχειῶν, ἐὰν τὴν πρώτην λύσω μακρὰν εἰς δύο βραχείας, ἡ κοινὴ γίνε ται λύσις. καὶ τοὐναντίον εἰς τὸ ἀπ' ἐλάσσονος, ἐὰν αἱ δύο βραχεῖαι εἰς μίαν συνέλθωσι μακράν [ἡ κοινὴ γίνεται λύσις] καὶ τὴν δευτέραν μακρὰν τοῦ σπον δείου ποδὸς διαλύσω, τὸ αὐτὸ σχῆμα δείκνυται. καὶ διὰ τοῦτο κοινὴ λύσις προσαγορεύεται.– Πόθεν οὖν δῆλον, ὅτι ἰωνικόν ἐστιν ἀπὸ μείζονος; λέγομεν ὅτι ἐκ τῆς δευτέρας καὶ τρίτης συζυγίας ὡμολόγηται, ὅτι ἐκεῖναι ἀπὸ μακρᾶς ἄρχονται· ἡ δὲ μακρὰ ἀρκτική ἐστι τοῦ ἀπὸ μείζονος ἰωνικοῦ.– Ἔστιν οὖν τοῦτο τὸ μέτρον ἰωνικὸν ἀπὸ μείζονος τετράμετρον βραχυκατά ληκτον. τετράμετρον δέ ἐστι βραχυκατάληκτον, ἐπεὶ τέσσαρας πόδας ἔχει τετρασυλλάβους παρὰ δύο συλλα βάς (διὸ καὶ βραχυκατάληκτον λέγεται)· ἔστι γὰρ ἡ πρώτη συζυγία πεντασύλλαβος (κατὰ διποδίαν γὰρ με τρεῖται), ἐκ τῆς κοινῆς λύσεως τὸν πρῶτον πόδα τρι σύλλαβον ἔχουσα.– Ἀλλ' ἡ πέμπτη συλλαβὴ διὰ διφθόγγου γράφεται ἡ ˉλˉαˉι, καὶ δοκεῖ εἶναι τὸ μέτρον χωλόν. ἀλλὰ λαμβάνομεν αὐτὴν κοινήν, λήγουσαν μὲν (τὴν συλλαβήν, οὐ μὴν τὴν λέξιν) εἰς φωνῆεν καὶ τὴν 192 ἑξῆς ἔχουσαν ἀπὸ φωνήεντος ἀρχομένην, τὴν ˉωˉν, ὥστε πάλιν καὶ κατὰ μέσην λέξιν γίνεσθαι κοινήν. (3, 19) 9Ἥ κου νῦν ἐπὶ Ληθαίου9; τοῦτο Ἀνακρέοντος (1, 4) ἐστὶν ἀντισπαστικὸν μέτρον. ἔστι δὲ τὸ ἀντισπαστικόν, ὅτι ἀπὸ σπονδείου ἄρχεται καὶ τροχαίου, ὡς ἐν τῷ γουνοῦμαί σ' ἐλαφηβόλε Anacr. 1, 1)· ὁ δεύτερός ἐστι ποὺς διίαμβος, τῆς τελευταίας ἀδια φορούσης. ἐνταῦθα οὖν ἡ ˉθˉαˉι συλλαβὴ τοῦ Ληθαίου20 ἐν μέσῳ λέξεως κοινή ἐστιν, ἀντὶ βραχείας παραλαμ βανομένη. (3, 20) 9Ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον9.– Λέγει ὅτι καὶ ἐν ἔπεσιν, ἤγουν ἡρωικοῖς μέτροις, γί νεται, σπανιώτερον δὲ ἐπὶ τούτων. ὅμως δὲ γίνεται καὶ ἐν ἐλεγείοις· ὅτι δὲ σπάνιον, φησί, δῆλον. Σοφο κλῆς γὰρ μὴ δυνάμενος, ἐγκωμιάζων τὸν Ἀρχέλαον, εἰς ἐλεγεῖον θεῖναι τὸ ὄνομα αὐτοῦ τοῦ Ἀρχελάου, ὅτι ἀμφίμακρον ποιεῖ ἀκάθαρτον (οὐ γὰρ ἀπήρτιζεν εἰς μέρος λόγου ἡ ˉλˉα συλλαβὴ μακρὰ οὖσα, ἵνα ποιήσῃ κοινήν), συνέστειλεν αὐτὴν καὶ ἐποίησεν ἀττικῶς Ἀρ χέλεως. ὁμοίως καὶ Παρθένιος, εἰς Ἀρχελαΐδα γρά φων καὶ μὴ θέλων ἐν ἐλεγείοις ποιεῖσθαι ἐν μέσῳ λέξεως κοινήν, ἀντὶ ἐλεγείου ἴαμβον ἐποίησεν οὕτως ἀμυσχρὸν οὔνομ' ἔσσετ' Ἀρχελαΐδος Heph. p. 4, 7

Intertext edge

Open linked passage

Note