COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 181 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
181.1.1
4. Ἐπιγέγραπται20 δὲ τὸ παρὸν σύγγραμμα ἐγχει ρίδιον, ἢ ὅτι, ὥσπερ τὸ ἐγχειρίδιον ξίφος ὀξὺ καὶ τμητικόν ἐστιν, οὕτως καὶ τοῦτό ἐστιν ὀξῦνον καὶ τέμνον τὴν διδασκαλίαν· ἤ, ὅπερ ἄμεινον, παρὰ τὸ μικρὸν εἶναι πάνυ (ἐπιτομὴν γὰρ ποιεῖται τῶν ἐν πλάτει αὐτῷ εἰρημένων) καί, ὥς φησιν ἡ συνήθεια, παρὰ τὸ ἐν χερσὶν ἔχειν· οὕτω γὰρ καὶ ὁ Ἡλιόδωρος, ποιήσας καὶ αὐτὸς ἐγχειρίδιον περὶ μέτρων, φησὶν ἀρχόμενος τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς θεωρίας20 καὶ τὰ ἐξῆς.– Ἰστέον δ' ὅτι [οὗτος ὁ Ἡλιόδωρος] πρῶτον ἐποίησε περὶ μέτρων μηʹ βιβλία, εἶθ' ὕστερον ἐπέτεμεν αὐτὰ εἰς ἕνδεκα, εἶτα πάλιν εἰς τρία, εἶτα πλέον εἰς ἕν, τοῦτο τὸ ἐγχειρίδιον. παρὰ τὸ μικρὸν οὖν αὐτὸ εἶναι καὶ ἐν ταῖς χερσὶν εὐχερῶς φέρεσθαι ἐπιγέγρα πται ἐγχειρίδιον. 5. Διαιρεῖται20 δὲ εἰς δύο· καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμβάνει περὶ συλλαβῶν20, ὅτι πᾶσα συλλαβὴ ἢ βραχεῖά ἐστιν ἢ μακρὰ ἢ κοινή, καὶ περὶ συνεκφω νήσεως20, ἥτις λέγεται καὶ συνίζησις· εἶτα καὶ περὶ ποδῶν20 καὶ περὶ διαφόρων μέτρων20 ὅτι ἐστιν ἰαμβι κὸν τροχαϊκὸν δακτυλικὸν ἰωνικὸν καί τινα τοιαῦτα. ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἀντιπαθούντων20, ὅτι οὗτος ὁ ποὺς τῷδ' ἀντιπαθεῖ, οἷον ὁ τροχαῖος τῷ ἰάμβῳ ἀντίκειται καὶ ὁ σπονδεῖος τῷ πυρριχίῳ, ὁ δάκτυλος τῷ ἀναπαίστῳ καί τινα τοιαῦτα· εἶτα καὶ περὶ ἀσυν αρτήτων20, ὅτι ἀσύστατον καὶ ἀσυνάρτητόν ἐστι τόδε 182 παρὰ τόδε εἰρημένον, καὶ δῆλον ὅτι παραφέρει ἑκάστου τὰ παραδείγματα ἐξετάζων· εἶτα ζητεῖ καὶ περὶ πολυ σχηματίστων20 καὶ οὕτω πληροῖ. 6. Ὤφειλε δὲ προτάττεσθαι20 τὸ παρὸν σύγγραμμα, ὥς τινές φασι, πρὸ παντὸς ἐμμέτρου συγγράμματος καὶ πρὸ τῆς Ἰλιάδος· πρῶτον μὲν γὰρ ἔδει ἡμᾶς γνῶ ναι, τί ἐστι μέτρον καὶ ποῖον καὶ πόθεν λαμβάνεται, καὶ οὕτως αὐτὰ τὰ μέτρα γνῶναι εἰ καλῶς ἢ κακῶς ἔχουσιν. ἀλλὰ λέγομεν ὅτι ὕλη τοῦ παρόντος συγ γράμματός εἰσι τὰ τῶν ποιητῶν ἔμμετρα ποιήματα· αὐτὰ γὰρ κανονίζει ὁ Ἡφαιστίων καὶ αὐτῶν τὰς χρή σεις παραφέρει, λέγων ὅτι τοιῷδε μέτρῳ ἐχρήσατο ὅδε ὁ ποιητής. πῶς δὲ τῆς ὕλης αὐτῆς ἀγνοουμένης εἴχο μεν τὴν μέθοδον γνῶναι; οἷον πῶς ξύλων μὴ ὄντων ἠδύνατό τις τεκτονεύειν μαθεῖν;– Εὐλόγως οὖν πρό τερον λέγομεν τὰς λέξεις– ἤγουν τὰ ποιήματα τὰ ἐπι δεχόμενα μέτρον– καὶ τὴν κίνησιν αὐτῶν τὴν διὰ τῶν ὀκτὼ μερῶν τοῦ λόγου, τὴν σύνταξιν αὐτῶν καὶ τὴν στιγμήν, καὶ ὕστερον τοῦτο τὸ παρὸν σύγγραμμα περὶ τοῦ μέτρου αὐτῶν διαλαμβάνον. 7. Ἀνάγεται δὲ πάλιν καὶ τοῦτο ὡς καὶ πᾶσα τεχνικὴ ζήτησις ὑπὸ τὸ τεχνικὸν ὄργανον τῆς γραμ ματικῆς· οὐ γάρ, ὥς τινες ἠθέλησαν λέγειν, ὑπὸ τὸ 183 μετρικόν, ἐπειδὴ περὶ μέτρων διαλαμβάνει. οὐ γάρ ἐστιν ἔμμετρον αὐτὸ τὸ ποίημα, ἵνα εἴπωμεν αὐτὸ ὑπὸ τὸ μετρικόν, ὡς τὸ φερόμενον δι' ἰάμβων Φιλήμονος τοῦ Ἀττικιστοῦ περὶ Ἀττικῆς ἀντιλογίας τῆς ἐν ταῖς λέξεσιν. Ἐν οἷς τὰ ἑπτὰ κεφάλαια εἴρηται. Ἰστέον ὅτι μέτρον εἴρηται παρὰ τὸ μείρω (τὸ με ρίζω), ὡς παρὰ τὸ σείω σεῖστρον καὶ παρὰ τὸ δέρω δέρτρον, τὸ δέρμα, ὡς καὶ ἡ χρῆσις (λ 579) δέρτρον ἔσω δύνοντες. Ἰστέον δὲ ὅτι παρὰ τοῖς μετρικοῖς ἡ ὀξυτονουμένη συλλαβὴ μείζων ἐστὶ τῆς βαρυνομένης, οἷον ἡ ˉλˉοˉς συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη μέση ἐστὶ τῶν δύο, τῆς μὲν μακρᾶς βραχυτέρα, τῆς δὲ βραχείας μακροτέρα.] πάλιν ἡ ὀξυτονουμένη συλλαβή, ἐπιφερομένου ἐγκλιτικοῦ καὶ προαναπέμποντος ἐν αὐτῇ τῇ συλλαβῇ τὸν τόνον, μείζων ἐστὶ τῆς ἁπλῶς ὀξυτο νουμένης μὴ ἐπιφερομένου ἐγκλιτικοῦ, οἷον Ζεύς τε (Ι 457) καί τε χαλιφρονέοντα (ψ 13). 184 Cap. I. Περὶ βραχείας συλλαβῆς. 9Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλ λαβῇ [φωνήεντος μὴ ὑπάρχειν] σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ' ἤτοι ἓν ἢ μηδὲ ἕν. 9 U 9Βραχεῖα συλλαβή ἐστιν ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, ὡς μεταξὺ αὐτῆς καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν πλείονα σύμφωνα ἑνὸς ἁπλοῦ, ἀλλ' ἤτοι ἓν ἢ μηδὲ ἕν. 9 K Ἰστέον ὅτι, ὡς προείρηται, ἐγχειρίδιον γράφων καὶ ὡς ἐν εἰσαγωγῆς τρόπῳ, οὐκ ἤρξατο πρῶτον ἀπὸ στοι χείων, ὥς τινές φασιν, ἢ λέγειν τοῦ μέτρου ὅρον, ἢ ἀπὸ τοῦ γένους τῆς συλλαβῆς, οἱονεὶ τῆς καθόλου συλλαβῆς (καθόλου γὰρ συλλαβή ἐστιν, ὥς φησιν ὁ Διονύσιος ἐν τῇ τέχνῃ, κυρίως σύλληψις συμφώ νων μετὰ φωνήεντος ἢ φωνηέντων, οἷον Κάρ, βοῦς20), ἀλλ' ἀπὸ τῆς ἐν εἴδει συλλαβῆς, οἱονεὶ μακρᾶς καὶ βραχείας καὶ κοινῆς. ὕλη γὰρ τῶν μέτρων ἐστὶν ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη μέτρον.– καὶ αὐτὸς μὲν λέγει, ὡς καὶ πάντες συμφωνοῦσι, τῆς συλλαβῆς εἶναι τρία εἴδη τῆς καθόλου, λέγω δὴ μα 185 κρὰν καὶ βραχεῖαν καὶ τὴν λεγομένην κοινήν. ἀλλὰ τούτων [ἤγουν μιᾶς ἑκάστης] λέγει τινὰς διαφοράς, πότε καὶ πῶς καὶ κατὰ πόσους τρόπους γίνεται βρα χεῖα ἢ μακρὰ ἢ κοινὴ συλλαβή. ὁ δ' Ὦρος ἄμεινον εἰς πέντε πᾶσαν συλλαβὴν παραλαμβάνων φησὶ πέντε μόνα εἴδη εἶναι συλλαβῶν, δύο μὲν τῆς βραχείας, δύο δὲ τῆς μακρᾶς, καὶ ἓν τῆς κοινῆς. ἡ γὰρ βραχεῖα συλλαβή, φησίν, ἢ φύσει ἐστὶ βραχεῖα ἢ θέσει· φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει βραχέων, θέσει δέ, ὅταν ἔχῃ ἓν τῶν διχρόνων. καὶ ἡ μακρὰ ὡσαύτως, φύσει μέν, ὅταν ἔχῃ ἓν τῶν φύσει μακρῶν, φωνηέντων τέ φημι καὶ διφθόγγων, θέσει δέ, ὅταν ἔχῃ δίχρονον ἢ βραχὺ φωνῆεν διὰ συμφώνων ἢ ἑνὸς διπλοῦ ἐκτεινόμενον. ἕν τε εἶδος τῆς κοινῆς εἶναι τὸ δύνασθαι βραχεῖαν οὖσαν εἰς μακρὰν παραλαμβάνε σθαι, ἢ ἔμπαλιν τὸ δύνασθαι μακρὰν οὖσαν εἰς βρα χεῖαν. Διαλαμβάνει οὖν ὁ τεχνικὸς πρῶτον περὶ τῆς βρα χείας συλλαβῆς, καὶ ὁρισμὸν αὐτῆς ἀποδίδωσιν εὖ ἔχοντα καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστόν, ὅπερ ὑγεία ἐστὶν ὅρου· σαφὴς δέ ἐστιν ὁ ὁρισμὸς καὶ ἐξηγήσεως οὐ δεόμενος.– Καλῶς δὲ εἶπε βραχεῖα ἐστί20, καὶ οὐ βραχεῖα γίνεται20, ὡς ἐν τῇ κοινῇ συλλαβῇ δείξομεν