COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 186 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
186.1.1
ἐντελέστερον.– καλῶς δὲ προσέθηκεν τὸ μὴ ἐπὶ τέ λους λέξεως20 διὰ τὴν λεγομένην κοινήν· ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ ˉτˉα συλλαβὴ βραχεῖά ἐστι, καὶ ὅμως ἐν τόπῳ κεῖται μακρᾶς παρὰ τῷ ποιητῇ, ἔνθα φησὶ (Φ 352) τὰ περὶ καλὰ ῥέεθρα· ὁμοίως καὶ ἡ ˉπˉρˉοˉς ἐν τῷ (Ι 147) πρὸς οἶκον Πηλῆος· σπονδεῖον γὰρ λέγομεν τὸν πόδα πρὸς οἶ.– καλῶς δὲ πάλιν προσέθηκεν μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ20 διὰ τὴν θέσει μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπενεχθῆναι δύο σύμ φωνα, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, ἢ ἓν διπλοῦν, θέσει μακρὰ γίνεται· καὶ πρόδηλον τὸ λεγόμενον. Περὶ μακρᾶς φύσει. 9Μακρά ἐστιν συλλαβὴ ἡ ἔχουσα φωνῆεν μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θˉηˉς ˉσˉωˉς, ˉκˉαˉι· εἰ δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται. 9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον, ἤτοι τελικὸν αὐτῆς τῆς συλ λαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θής θώς. εἰ δὲ μή, οὐκ εἰσὶν ἀληθῶς μακραὶ ἀλλὰ κοιναί. 9– κ