COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 187 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
187.1.1
Πρῶτον μὲν περὶ τῆς φύσει μακρᾶς διαλαμβάνει, ὕστερον δὲ καὶ περὶ τῆς θέσει. φησὶ τοίνυν μακρὰν φύσει τὴν ἔχουσαν τὸ ˉη ἢ τὸ ˉω ἢ ἓν τῶν διχρόνων ˉα ˉι ˉυ· καὶ ταῦτα γὰρ λέγει ποιεῖν φύσει μακράν, ἀλλὰ καὶ τὰς διφθόγγους· καὶ εὐλόγως· ἡ σύνθεσις γὰρ τῶν δύο φωνηέντων μακρὰν φύσει ποιεῖ μίαν, εἴτε μακρὸν εἶεν καὶ βραχύ, εἴτε τὰ δύο βραχέα.– τὸ δὲ ὡς ἑξῆς εἶναι σύμφωνον τῆς μακρᾶς, ἢ τελικὸν αὐτῆς ἢ τῆς ἑξῆς ἀρκτικὸν20 καλῶς προσέθηκεν, ἵνα διαστείλῃ τὴν κοινήν. εἰ γὰρ λήγει εἰς φωνῆεν καὶ τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, κοινὴ γίνε ται, οἷον ἄνδρα μοι ἔννεπε μοῦσα (α 1)· ἡ γὰρ συλλαβὴ ἡ ˉμˉοˉι μακρὰ οὖσα, ἐπειδὴ μὴ ἔχει ἐπιφερόμενον σύμφωνον, ἀντὶ βραχείας λαμβάνεται καὶ κοινὴ παρὰ τοῖς γραμματικοῖς ὀνομάζεται. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πλάγχθη ἐπεὶ Τροίης (α 2)· τὸ αὐτὸ καὶ ἐν τῷ τοῦ κέρα ἐκ κεφαλῆς (Δ 109)· ἡ γὰρ ˉρˉα συλλαβὴ φύσει ἐστὶ μακρά, κατὰ κρᾶσιν τῶν δύο ˉαˉα οὖσα ἀπὸ τοῦ κέραα. Περὶ μακρᾶς} 1. Θέσει δὲ καλοῦσι μακρὰς οἱ γραμματικοὶ τὰς γινο μένας ἐκ τῆς τῶν συμφώνων ἐπιπλοκῆς· καὶ λέγει 188 αὐτῆς τρόπους καὶ διαφορὰς εʹ, ἃς καὶ ὁ Διονύσιός φησι πάνυ σαφεῖς οὔσας. Δεῖ δὲ σημειοῦσθαι ὅτι παραφέρει εἰς παράδειγμα συλλαβῆς ἐχούσης βραχὺ φωνῆεν ἐπιφερομένων αὐτῇ δύο συμφώνων τῆς ἑτέρας συλλαβῆς τὸ Ἕκτωρ p. 2,