COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 193 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
193.1.1
(ἰστέον δὲ ὅτι καὶ ὁ Φιλόπονος εἰς ἐπίγραμμα Καισα ρείας ὡσαύτως ἐποίησε)· τὸ δ' ἀμυσχρὸν τινὲς ἐν αὐτῇ τῇ χρήσει ἀμυδρόν φασιν, ὃ σημαίνει τὸ ἀδύ νατον. Ἀλλὰ καὶ παρ' Ὁμήρῳ (Ξ 489) ἔστιν εὑρεῖν ἀναγκαίαν συστολήν. ἀντὶ γὰρ τοῦ Πηνελάοιο ἐποίη σεν Πηνελέοιο (4, 8). καὶ οὐ δυνατὸν εἰπεῖν αὐτὸ ἀττικόν· ἔδει γὰρ καὶ τὴν κλίσιν ἀττικὴν εἶναι Πη νέλεω. ὁ δὲ Ῥίνθων ἐν ἰάμβῳ πάλιν ἐχρήσατο ἐν μέσῳ λέξεως τῇ κοινῇ, εἶτά φησιν· Ἱππώνακτός ἐστι τὸ μέτρον, οὐκ ἐμόν· φησὶ γὰρ οὕτως ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη (4, 10), (οἱονεὶ ὁ αὐτὸς Διόνυσός σε ἐξώλη θείη·) τὴν γὰρ ˉθˉεˉι συλλαβὴν τοῦ τελευταίου ποδὸς συνέστειλε ὡς εἶναι χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος ἐσσί. τί σε χρῆ ταῦτα λέγεσθαι; καὶ παρ' Ἀνακρέοντι ἐν ἐλεγείαισ9. Νῦν παραφέρει παρὰ Θεοκρίτῳ ἐν στίχῳ κατὰ μέσον λέξεως κοινήν, ἀλλά φαμεν ἀπολογούμενοι τὴν 194 ˉοˉι αὐτὸν ἀντὶ βραχείας λαμβάνεσθαι ἢ ἁπλῶς κοινὴν ποιεῖν ὡς ἐν τοῖς προειρημένοις γέγονε μέτροις καὶ ἐν τοῖς ἐπιφερομένοις· ἔστι γὰρ παρὰ Ἀνακρέοντι ἐν ἐλεγείαις, ὥς φησιν ὁ τεχνικός· ἔτι δὲ ἔστιν εὑρεῖν καὶ ἄλλοις ὡς παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ, ἔνθα φησὶ (1136) μόνοις οἴονται συνταλαιπωρεῖν τάδε· ἐν γὰρ τῷ δευτέρῳ ποδὶ τὴν ˉοˉι συνέστειλεν. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν ὡσαύτως, ἔνθα φησὶ (479) καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα καὶ πάλιν ὁ αὐτὸς (480) πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος· τὴν ˉβˉοˉι συνέστειλεν ἐν τετάρτῳ ποδί. ἀλλὰ καὶ Μέ νανδρος ἐν Ἐπιτρέπουσιν οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει (181) τὴν ˉτˉοˉι ἐν τετάρτῳ ποδὶ συνέστειλε. τὸ αὐτὸ δέ ἐστι καὶ ἐπὶ τῆς ˉαˉι διφθόγγου, ὡς Εὔπολις ἐν Ἀστρατεύ τοις φησὶν (35) Ἀθηναίων εἰ βούλεταί τις ἐγγράφειν· ἐν δευτέρῳ ποδὶ τὴν ˉαˉι συνέστειλε. παρὰ δ' Ἱππώ νακτι ἐπὶ τῆς ˉαˉι καὶ ˉοˉι διφθόγγου πολλή ἐστιν ἡ χρῆ σις. οὐ δεῖ δὲ ἡμᾶς τοὺς νεωτέρους χρῆσθαι· εἰ δέ τις χρήσαιτο, ἔχει ἀπολογίαν· οὔτε γάρ εἰσι φύσει μακραὶ ἡ ˉαˉι καὶ ἡ ˉοˉι δίφθογγοι, ἀλλ', ὡς καὶ ἐν τῷ 195 περὶ τόνων δείκνυται, αὗται πρὸς ἕνα ἥμισυ μόνον ἔχουσι χρόνον, τῆς φύσει μακρᾶς δύο ἐχούσης, ὅθεν καὶ ἐπὶ τέλους οὖσαι ἔχουσι πολλάκις τὸν προπαροξύ τονον τόνον. (5, 10) Εἶτα φέρει παράδειγμα ὁ τεχνικὸς καὶ ἐπὶ τῆς ˉυˉι διφθόγγου· ἥτις πάλιν ἔχει ἀπολογίαν ὅτι ἀσθενεστέρα ἐστίν, ὡς ἐκ δύο ὑποτακτικῶν, τοῦ ˉυ καὶ τοῦ ˉι, συνεστηκυῖα· ὅθεν οὐδέποτε ἐν τέλει λέξεως εὑρίσκεται, καὶ εὐλόγως ὅτι οὐκ ἐν τέλει λέξεως, ἀλλ' ἐν μέσῳ τὴν κοινὴν ἐποίησεν. Ἔστι δ' εὑρεῖν τὴν ˉοˉυ δίφθογγον ὡσαύτως ποιοῦσαν κοινήν, οἷον παρὰ Ἀρι στοφάνει Nub. 838 ὥσπερ τεθνεῶτος καταλούει μου τὸν βίον· τὴν γὰρ ˉλˉοˉυ συλλαβὴν ἐν τετάρτῳ ποδὶ ἰάμβου συν έστειλεν: Ὁμοίως καὶ τὴν ˉεˉυ εὑρίσκομεν ποιοῦσαν κοινήν, οἷον ἐν τῷ πρώτῳ. ἰάμβῳ Ἱππώνακτος, ἔνθα φησὶ μακάριος ὅστις θηρεύει† πρήσας 22a τὴν ˉρˉεˉυ ἐν τετάρτῳ ποδὶ συνέστειλε· καὶ πάλιν ὁ αὐτὸς ἐν δευτέρῳ ποδὶ τὴν ˉεˉυ καίτοι γ' εὔωνον αὐτὸν εἰ θέλεις δώσω 22b)· εἶτα πάλιν ὁ αὐτὸς ἐκέλευε βάλλειν καὶ λεύειν Ἱππώνακτα τὴν ˉλˉεˉυ ἐν τετάρτῳ ποδί· λεύειν δέ φησιν ἀντὶ τοῦ λιθοβολεῖν. Ἰστέον δὲ ὅτι ἡ τοῦ ποιητοῦ χρῆσις ἡ ἔχουσα τὴν ˉοˉι, ἣν παραφέρει ὁ τεχνικός (5, 1. ν 275), ἐναντιοῦ