Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
COMMENTARIVS GEORGII CHOEROBOSCI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
196.1.1
ται τῷ λόγῳ Ἡρωδιανοῦ τῷ ὅτι οὐδέποτε ἐν παλιμ βακχείῳ ἔστιν εὑρεῖν τὴν ˉοˉι ἀντὶ βραχείας παραλαμ βανομένην, ἀλλ' ἐν ἀμφιμάκρῳ, ὡς ἐν τῷ ὁρῶν ἄειδε τοιαῦτα (4, 17) καὶ τοῖς ὁμοίοις. ὁ δ' Ἡλιόδωρος ἔλεγεν αὐτὸ κατὰ συνίζησιν. εὑρίσκεται δ' ἁπλῶς ἐν μέσῳ λέξεως κοινὴ καὶ ἐν παλιμβακχείῳ, ὡς καὶ παρὰ Τυρταίῳ" 3ἥρωες" 3 (17)· οὕτω γὰρ ἔλαβε τὸν δεύτερον πόδα τοῦ στίχου. Ἰστέον δὲ ὅτι τῆς κοινῆς συλλαβῆς ὁ Ἡφαιστίων ὅρον οὐκ εἶπεν, οὐ γὰρ ἔστι κοινή· διὸ καλῶς φησὶ (3, 4) γίνεται δὲ κοινὴ20 καὶ οὐκ ἔστιν20· ὅτι γὰρ οὐκ ἔστιν οὐδεμία συλλαβὴ κοινή, δῆλον· εἰ γάρ τις ἡμᾶς ἐρωτήσει, ποία ἐστὶ συλλαβὴ μακρά, ἀποφαντικῶς ἐροῦ μεν ἡ ˉμˉη καὶ ἡ ˉβˉω, ὁμοίως καὶ βραχεῖα ἡ ˉμˉε καὶ ἡ ˉβˉο. καὶ πάλιν μακρὰ ἡ ˉχˉθˉη καὶ ˉμˉοˉι· καὶ ὅμως ὁ ποιητὴς ἑκατέρᾳ τούτων ἐν τῷ πλάγχθη ἐπεὶ Τροίης (α 2), καὶ ἐν τῷ ἄνδρα μοι ἔννεπε μοῦσα (α 1) ὡς βραχείᾳ κέχρηται· καὶ ὅμως οὐκ εἰσὶ βραχεῖαι, ἀλλὰ κοιναὶ γίνονται. τοῦτο καὶ ἐπὶ πάσης κοινῆς. Ἰστέον ὅτι τῶν τεχνικῶν καὶ μετρικῶν λεγόντων περὶ τῆς φύσει μακρᾶς μὴ θέλειν αὐτὴν τὴν μακρὰν εἰς φωνῆεν καταλήγειν καὶ τὴν ἑξῆς ἔχειν ἀπὸ φω νήεντος ἀρχομένην, ἀλλὰ πάντως ἔχειν μεταξὺ σύμφω 197 νον (τότε γὰρ οὐ γενήσεται μακρά, ἡνίκα ἐστὶ καθαρά, ἀλλὰ κοινή), λέγει ὁ Ἡλιόδωρος20 βοηθεῖσθαι τῷ τοι ούτῳ τρόπῳ καὶ μεῖναι αὐτὴν μακρὰν καὶ μὴ γίνεσθαι κοινὴν κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρὰ περισπᾶται οἷον τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός (Λ 614). τρίτον, ἐὰν τῇ μακρᾷ περισπωμένη ἐπιφέρηται ἐσθλὸν δ' οὐδέ τι πω εἶπας ἔπος οὐδ' ἐτέλεσσας (Α 108)· τὸ γὰρ εἶπας περισπᾶται. τέταρτον, ἐὰν ὀξεῖα ἐπιφέρηται οἷον πῆ ἔβη Ἀνδρομάχη λευκώλενος (Ζ 377). πέμπτον, ἐὰν δασυνομένη λέξις ἐπιφέρηται οἷον δόμεναι ἑλικώπιδα κούρην (Α 98)· τὸ γὰρ ἑλικώπιδα ἐπιφέρεται δασυνόμενον. ἕκτον, ὅτε συγκρουσμὸς καὶ συνέχεια ἔστι συναλοιφῆς γινομένης
196.2.1
Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι (Η 284)· Ἰδαῖε γάρ ἐστι τὸ ἐντελές. ἕβδομον, ὅτε ὁ ἢ διαζευκτικὸς† ἐπιφέρεται ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεύς (Α 145)· περὶ τῆς ˉαˉς φησι συλλαβῆς· τοῦτο δὲ δεῖ παρατηρῆσαι, ὅτι πρὸ τοῦ ˉη κεῖται σύμφωνον ἐν τῷ ˉαˉς, καὶ ὅμως 198 ὥσπερ ἀμφιβαλλομένης καὶ οὐκέτι ὁμολογουμέ νης μακρᾶς φησὶν ὁ Ἡλιόδωρος. ὄγδοον, ὅτε τὸ ˉι ἐπιφέρεται οἷον ἡ δὲ μολυβδαίνῃ ἰκέλη εἰς βυσσὸν ὄρουσεν (Ω 80). 5, 13) 9Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ δύο σύμφωνα, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅπλον, ἄκρον, Πάτροκλέ́ μοι δειλῇ9 (Τ 287) 9καὶ τὰ ἑξῆς. 9 Ἐνταῦθα τοὺς ἄλλους δύο τρόπους τῆς κοινῆς βούλεται ἐξετάσαι· τὸν γὰρ πρῶτον ἐν τῇ προλαβούσῃ διεξήλθομεν πράξει. ἔστιν οὖν ὁ δεύτερος τρόπος οὕτως, ὅτι γίνεται κοινή, ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι οἱονεὶ διχρόνῳ ἐπιφέρηται δύο σύμφωνα ἐν συλλήψει, ὧν τὸ πρῶτον ἔστι τῶν θʹ ἀφώνων, τὸ δεύτερον ὑγρὸν οἱονεὶ ἓν τῶν δʹ ἀμεταβόλων οἷον ὅπλον, ἄκρον, Πάτροκλε καὶ τὰ ὅμοια. καλῶς δὲ πρόσκειται" 3ἐν συλλήψει" 3· ἐὰν γὰρ ὦσιν ἐν διαστάσει, οὐ ποιοῦσι κοινήν, ἅτε δὴ τοῦ διαστήματος ἐν τῷ διαχωρίζειν τὰ σύμφωνα μείζονος γινομένου καὶ μὴ οὔσης ὀλισθηρᾶς καὶ συντόμου φωνῆς ὥστε δύ νασθαι λαθεῖν. Εἶτα ζητοῦσί τινες, διὰ τί μὴ τὰ δύο ὅμοια ποι 199 οῦσι κοινήν, λέγω δὴ δύο ἡμίφωνα ἢ δύο ἄφωνα ἢ δύο ἀμετάβολα. Καὶ λέγομεν περὶ τῶν ἡμιφώνων20, ὅτι ὅλως ἡμίφωνον οὐ προηγεῖται ἡμιφώνου κατὰ σύλληψιν, εἰ μὴ σπανίως καὶ εἴς τινα κατὰ πάθος τὸ ˉσ τοῦ ˉλ ˉμ ˉν, ὥσπερ αὐτός φησι τὸ Μάσνης καὶ Πάσ νης· εἶτα καὶ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν τὸ Δασλήρα· (ἔστι δὲ λίμνη Κυρήνης τῆς πενταπόλεως, ὅθεν ἦν ὁ Καλλίμαχος). τὸ γὰρ κατὰ τὸ τέλος ἔχον ἔμπαλιν τὸ ˉλ τοῦ ˉσ προηγούμενον [πάλιν] δι' ἀνάγ κην ἃλς καὶ τὸ ˉν Τίρυνς καὶ τὸ ˉρ μάκαρς. κατὰ πάθος δὲ τὸ μάσλης ἀπὸ τοῦ μάσθλης καὶ τὸ ἐσλὸς ἀπὸ τοῦ ἐσθλός.– Περὶ δὲ τῶν ἀφώνων20 ἔστιν εἰπεῖν, ὅτι ἀσθενέστερά εἰσι μᾶλλον τῶν ἄλλων στοι χείων καὶ εὑρέθη ποιοῦντα σπανίως κοινὴν ἐν αὐτοῖς τὸ ˉπ ˉτ καὶ τὸ ˉκ ˉτ, οἷον παρὰ τῷ ποιητῇ (δ 229) Αἰγυπτίη τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα. καὶ πάλιν παρὰ Ἱππώνακτι ἐν τετάρτῳ ποδὶ ἰάμβου δοκέων ἐκεῖνον τῇ βακτηρίᾳ κόψαι. καὶ πάλιν παρὰ τῷ αὐτῷ ἡμίεκτον αἰτεῖ τοῦ φάλεω† κολάψαιε. εἶτα καὶ ὅτι τῷ λόγῳ τῆς κοινῆς οἱονεὶ βραχείας τὸ 200 τὸ ˉπ ˉτ διπλασιάζεται τὸ κέκτηκα καὶ πέπτωκα, εἰ μὴ ἄρα κατὰ συγκοπὴν γέγονεν, ὡς ἐν τῷ περὶ ῥη μάτων ἐδείχθη.– Περὶ δὲ τῶν ἀμεταβόλων20 ἔστιν εἰπεῖν, διὰ τί μὴ τὰ δύο ὑγρὰ ὀλισθηρὰ ὄντα ποιοῦσι κοινήν, ὅτι μήποτ' εὐλόγως. οὐ τοσοῦτον γάρ ἐστιν ὀλισθηρὰ τὰ βʹ ὑγρὰ ἢ ὅσον ὑγρὸν καὶ ξηρόν, ὡς ἡνίκα ἐστὶ τὸ ὑγρὸν κάτωθεν, τὸ δὲ ξηρὸν ἄνωθεν. οἷον ἔστι λαβεῖν παράδειγμα ἐπὶ τοῦ λεπύρου τοῦ πέ πονος· ὅτι ἐὰν ἑστῶσι δύο ὑγρὰ καὶ ἄνωθεν καὶ κάτωθεν καὶ πατήσῃ τις αὐτά, οὐκ ὀλισθαίνει οὐδὲ πίπτει. ὡσαύτως καὶ ἐὰν κάτωθεν ᾖ τὸ ξηρὸν τοῦ λεπύρου, τὸ δὲ ὑγρὸν ἄνωθεν. εἰ δὲ τοὐναντίον κάτ ωθέν ἐστι τὸ ὑγρόν, ἄνωθεν δὲ τὸ ξηρὸν καὶ πατή σει τις αὐτό, εὐχερῶς ὀλισθαίνει καὶ πίπτει. οὕτως οὖν καὶ ἐνταῦθα ἐπειδὴ ἄνωθέν ἐστι τὸ ξηρὸν οἱονεὶ τὸ ἄφωνον, κάτωθεν δὲ τὸ ὑγρὸν οἱονεὶ τὸ ἀμετάβο λον, εὐλόγως γίνεται ὀλισθηρὰ ἡ φωνὴ καὶ ποιεῖ τὴν κοινήν. λανθάνει γὰρ ἡ μακρὰ ὀλισθαίνουσα καὶ συν τόμως παρερχομένη.– Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς λαμβανόμενα. πρῶτον μὲν γὰρ ἀνε διπλασιάσθησαν κατὰ τὸν παρακείμενον ὡς βραχείας οὔσης τῆς συλλαβῆς, οἷον μέμνημαι. εἶτα δὲ καὶ ποι οῦσι κοινὴν ἐν τοῖς μέτροις. καὶ παραφέρει ὁ μετρι κὸς τοῦτο ἐν διαφόροις· (6, 3) οἷον παρὰ τῷ Κρατίνῳ ἐν Πανόπταις δράματι (154) εἰς ἔπος ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι, καὶ παρὰ Ἐπιχάρμῳ ἐν Μεγαρίδι εὔυμνος καὶ μοισικὰν ἔχουσα πᾶσαν φιλόλυρος ἠχή. ἔστι δὲ τὸ μέτρον τροχαϊκὸν τετράμετρον ὑπερκατά ληκτον. ἰστέον δὲ ὅτι ἐν ταῖς ἀνίσοις τοῦ τοιούτου μέτρου, λέγω δὴ τοῦ τροχαϊκοῦ, σπονδεῖος οὐ πίπτει, ἀλλ' ἐν ταῖς ἀρτίαις τοῦτο γίνεται· διὰ τοῦτο γὰρ ἐν ταῦθα τὸ ˉμˉν ἐν τῇ πρώτῃ βάσει τὴν κοινὴν ἐποίησεν. ὑπερκατάληκτον δέ ἐστιν, ἐπεὶ μετὰ τοὺς τέσσαρας πόδας τοὺς κατὰ διποδίαν μετρουμένους συλλαβὴ πε ριττεύει. τὸν τέταρτον δὲ πόδα χορίαμβον ἔχει, τουτ έστιν ἀπὸ τροχαίου καὶ ἰάμβου συγκείμενον· πάλιν δὲ τὸ ˉφˉιˉλˉο δύο βραχεῖαι ἀντὶ μιᾶς μακρᾶς παρελή φθησαν. εἰσὶ δὲ πάλιν καὶ παρὰ Καλλιμάχῳ (27= ηεπη. π. 6, 9) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος· οὐ δεῖ δὲ πάλιν ἡμᾶς χρήσασθαι· σπάνια γὰρ καὶ σε σημειωμένα. (6, 10) 9Ἐὰν μέντοι τῆς προτέρας συλλαβῆς τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, 202 οὐκέτι γίνεται κοινὴ συλλαβή, καὶ τὰ ἑξῆσ9.– Εἴρηται περὶ τούτου, ὅτι ἐὰν μὴ ᾖ κατὰ σύλληψιν προηγούμε νον τὸ ἄφωνον τοῦ ἀμεταβόλου, οὐ ποιοῦσι κοινήν, καὶ φέρει ὁ μετρικὸς παραδείγματα. (6, 16) 9Φησὶ δ' ὁ Ἡλιόδωρος τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χεί ρωσι9 (φρ. 235) 9πεποίηκε σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ ἐληλύθαμεν. 9– υ 9Φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν ποιεῖν ἐν τοῖς ἔπεσι κοινὰς συλλαβάς, διὰ τὸ τὸν Κρατῖνον ἐν Χείρωσι πεποιηκέναι σκῆψιν μὲν Χειρῶν εἰσελήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ εἰσελήλυθμεν' καὶ τὸ ἑξῆς. 9– κ Ἐνταῦθα καλῶς ὁ Ἡφαιστίων μέμφεται Ἡλιοδώρῳλέγοντι, ὅτι ἧττον καὶ σπανιώτερον εὕρηται κοινὴν ποιοῦν τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ. δι' ὅ φησι ὅτι ὁ Κρατῖνος, ἵνα μὴ εὑρεθῇ τὸ ˉθˉμ ἐν τῷ ἐλήλυθμεν, μὴ ποιοῦν κοινὴν (ἔστι δὲ κατὰ συγκοπὴν τοῦ ˉα ἀπὸ τοῦ ἐληλύθαμεν), ἀπέβαλε τὸ ˉθ ἄφωνον ἐν τῷ σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν. Τοῦτο δὲ ψεῦδος. εἰσὶ γὰρ πολλαὶ πάνυ αἱ χρήσεις, καὶ φέρει ὁ τεχνικὸς παραδείγματα· εἰσὶ δὲ καὶ ἄλλα πολλὰ καὶ μάλιστα αὐτοῦ του ˉθˉμ οἷον παρὰ Ἀριστο φάνει ἐν Πλούτῳ (759) ἐμβὰς γεγόντων εὐρύθμοις προβλήμασιν· 203 καὶ ἐν Νεφέλαις (638) πότερον περὶ μέτρων ἢ ῥυθμῶν· καὶ πάλιν (647) ταχύ γ' ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν· καὶ πάλιν (648) τί δ' ἄν μ' ὠφελήσειαν οἱ ῥυθμοὶ πρὸς τἄλφιτα· καὶ πάλιν (650) ἐπαΐειν ὁποῖος ἐστὶ τῶν ῥυθμῶν· καὶ ἐν Βατράχοις (1365) ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι. τὸ δὲ τοῦ Κρατίνου λέγομεν ὅτι διὰ τοῦτο εἶπεν ἐλήλυμεν· ἔστι γὰρ καὶ παρὰ Ἐπιχάρμῳ, οἷον αὐτὸς παρατίθεται ὁ μετρικὸς (7, 10) τὴν χρῆσιν ἐν Κύκνῳ τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυμεν. οὐ κεῖται δὲ οὕτως ἡ χρῆσις, ἀλλὰ Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν· καὶ οὕτως δεῖ γράφειν. ὅστις κατὰ ἀναλογίαν ἐχρή σατο καὶ τῷ δευτέρῳ προσώπῳ ἐλήλυτε. οὐκ ἄρα οὖν διὰ τὸ κοινὴν μὴ ποιεῖν τὸ ˉθˉμ ὁ Κρατῖνος ἀπέβαλε τὸ ˉθ τοῦ ἐλήλυθμεν, εἰπὼν τὸ ἐλήλυμεν. (7, 15) 9Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλ λαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μα κρᾶς ποιητικῶν συμφώνων, ἀλλ' ἤτοι ἑνὸς ἢ μηδ' ἑνός. 9– υ 9Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ λέ ξεως ᾖ τελική, μὴ ἐπιφερομένου τινὸς τῶν τῆς μακρᾶς 204 ποιητικῶν συμφώνων, ἀλλ' ἤτοι ἑνὸς ἢ μηδενός· καὶ τὰ ἑξῆς. 9– κ Πρόδηλόν ἐστι τὸ λεγόμενον, ὅτι γίνεται κοινὴ κατὰ τρίτον τρόπον, ὅταν βραχεῖα ᾖ ἀπαρτίζουσα εἰς μέρος λόγου καὶ οὐκ ἔχῃ δύο σύμφωνα ἐπιφερόμενα, ἀλλ' ἢ ἓν ἁπλοῦν ἢ μηδὲ ἕν, ἐπεὶ εὑρεθήσεται θέσει μακρὰ γινομένη. ἰστέον δ' ὅτι οὐ κεχρήμεθα ταύτῃ τῇ κοινῇ ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ μέγα ἰάχοντες (Ξ 421) καὶ καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194)· καὶ μὲν20 σπονδεῖος ἐν ἀρχῇ στίχου. ἔσχε δέ τι ἐξαί ρετον αὕτη παρὰ τὰς ἄλλας χρήσεις, ὅτι εἰς τέλος ἐστὶ ποδὸς καὶ οὐκ εἰς ἀρχὴν ὡς αἱ προειρημέναι. Περὶ δὲ ταύτης τῆς βραχείας τῆς ἀντὶ κοινῆς λαμ βανομένης λέγει ὁ Ἡλιόδωρος20 δέκα τρόπους, πότε δὴ καὶ πῶς εὑρίσκεται. φησὶ γὰρ οὕτως· ἡ βραχεῖα ἡ τοιαύτη εἰς τόπον μακρᾶς κοινὴ εὑρίσκεται, ὅτε τὸ ˉι ἐπιφέρεται, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες (Ξ 421). 205 δεύτερος δέ20 ἐστι τρόπος ὁ ἀπὸ τῆς ὀξείας διαφόρως γινόμενος, ὅτε ἐπίκειται αὐτὴ τῇ βραχείᾳ συλλαβῇ, οἷον Τρῶες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). διῄρηται γὰρ ὁ τρόπος τῆς ὀξείας διαφόρως, ἢ προ ηγουμένης ἢ ἐπικειμένης, ὡς δέδεικται, ἢ καὶ ἐπιφερο μένης· προηγουμένης μέν, οἷον ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν (Δ

Intertext edge

Open linked passage

Note