Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
COMMENTARIVS GEORGII CHOEROBOSCI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ἰστέον ὅτι σκοπὸν20 ἔχει ὁ μετρικὸς περὶ μέτρων διαλαβεῖν. τοῦ δὲ μέτρου εὑρετὴς μέν ἐστιν ὁ Ἀπόλ λων ἤγουν ἡ Πυθία ἤ, ὥς τινές φασι, Φημονόη ἡ ἱέρεια τῆς Πυθίας. εὑρέθησαν οὖν πρῶτον τὰ μέτρα ἐν τῇ Πυθίᾳ, ὅτι αἱ μαντεῖαι καὶ οἱ χρησμοὶ ἐμμέ τρως ἐδίδοντο, εἶτα λοιπὸν ἐκ τῆς Πυθίας ἔγνωσαν οἱ ποιηταί. Πατὴρ δὲ καὶ γένεσις τῶν μέτρων ἐστὶν ὁ ῥυθμός· διήκει γὰρ καθολικώτερος ὢν οὐ μόνον ἐν τοῖς μέτροις, ἀλλὰ καὶ ἐν ἄλλοις τισίν· ἔστι γὰρ ὁ ῥυθμὸς ἐκτελού μενος καὶ ἀπὸ τῶν ἐν χαλκείοις σφυρῶν καὶ ἀπὸ ἵπ που ποδῶν καὶ κρότου χειρῶν καὶ λύρας καὶ ἑτέρων τινῶν. 178 Καὶ κριτικὴ μέτρων ἐστὶν ἡ ἀκοή· ὅθεν καί τινες ὁριζόμενοι τί ἐστι μέτρον, φασὶ τὸ ἐκ ποδῶν ἢ βά σεων συγκείμενον, αἰσθήσει τῇ δι' ἀκοῆς κρινόμενον. ποδῶν δὲ καὶ βάσεων ἐκ παραλλήλου τὸ αὐτὸ νοητέον. εἰ οὖν ἡ ἀκοὴ διακριτική ἐστι μέτρων, ἴδιον δ' αἰσθη τὸν τῆς ἀκοῆς ἐστὶν ἡ φωνή, δηλονότι ἡ φωνὴ ἐπι κοσμεῖ τὰ μέτρα. ὡς γὰρ τὸν ἦχον τῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ τὰς συλλαβὰς σχηματίζει καὶ ἐπικοσμεῖ, οὕτως ἡ ἀκοὴ ἐπιδεξαμένη κρίνει αὐτὴν τὴν φωνὴν καὶ τὸν ῥυθμὸν τῶν μέτρων. ὅθεν πολλάκις ἐν πεζῇ φράσει εὑρίσκονται μέτρα καὶ διὰ τὸν ῥυθμὸν τῆς πεζῆς φράσεως λανθάνουσι (καὶ ἔμπαλιν ἐν μέτροις εὑρίσκεται πεζὴ φράσις καὶ οὐ νοεῖται εὐχερῶς), εἰ μὴ ἄρα ἡ ἀκοὴ καλῶς ἐπικρίνουσα εὔδηλον καὶ φανερὸν ποιήσει. ὅθεν καὶ παρὰ Δημο σθένει ἔστιν εὑρεῖν μέτρα· ἰάμβους μὲν συνεχῶς οἷον (ολ. ι 5) δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι· ἀλλὰ καὶ ἡρωϊκὸν στίχον οἷον (δε ξορ. 143) τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον δι' ὃν εἰς Ἐλάτειαν· ἀλλὰ καὶ ἰωνικὸν ἀπὸ μείζονος παρὰ τῷ αὐτῷ (ολ. ιιι 4) πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ' ὑμῖν· ὅμοιον [δὲ] τῷ (σαππη. 76= ηεπη. 36, 17) [ἀσσαροτέρα] Μνασιδίκα τὰς ἁπαλὰς Γυρίννως. 179 Διαφέρει οὖν ὁ ῥυθμὸς τοῦ μέτρου, ὅτι ὁ μὲν ῥυθμὸς ἐν πολλοῖς ἐστὶν καὶ ἐν λέξεσι, τὸ δὲ μέτρον ἐν μόνοις τοῖς χρόνοις. τοῦτο δὲ δηλοῖ καὶ Ἀριστο φάνης, εἰ καὶ δοκεῖ παίζειν εἰσάγων τὸν Σωκράτην, ὅτι διαφέρει· λέγει γὰρ οὕτως (νυβ. 638) πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν· ὥστε δῆλον ὅτι ἄλλο μέτρον καὶ ἄλλο ῥυθμός. Λέγεται δὲ τὸ μέτρον πολλαχῶς. ἔστι γὰρ μέτρον τὸ μετροῦν καὶ μετρούμενον, καθάπερ καὶ μέδι μνος καὶ χοῖνιξ καὶ πῆχυς. λέγεται μέτρον καὶ ἡ συμ μετρία, ὡς δηλοῖ τὸ λεγόμενον" 3πᾶν μέτρον ἄριστον" 3. λέγεται δὲ μέτρον καὶ ὁ ποὺς ὁ ἁπλοῦς, ὅθεν καὶ τὸν στίχον ἑξάμετρόν φαμεν, οἱονεὶ ἓξ πόδας ἕχοντα. λέ γεται μέτρον καὶ ἡ διποδία, ὅθεν καὶ τοὺς ἰάμβους τριμέτρους εἰώθαμεν καλεῖν κατὰ διποδίαν αὐτοὺς ἀριθμοῦντες. λέγεται μέτρον καὶ τὸ σύστημα τῶν ποδῶν, οἷον στίχος ἢ ἴαμβος, ὅθεν λέγομεν τήνδε τὴν ῥαψῳδίαν πεντακόσια τυχὸν ἔχειν μέτρα, οἱονεὶ στί χους πεντακοσίους. λέγεται πάλιν μέτρον καθολικῶς πᾶσα ἔμμετρος φράσις πρὸς ἀντιδιαστολὴν τῆς πεζῆς λέξεως, οἱονεὶ τὸ ποίημα. λέγεται καὶ ἰδικῶς ἕκαστον μέτρον, τὸ δακτυλικὸν ἢ ἰωνικὸν ἤ τι τῶν τοιούτων. λέγεται μέτρον καὶ ὁ χρόνος· ὅθεν δάκτυλος τετρά μετρός ἐστιν, οἱονεὶ τετράχρονος, καὶ ὁ ἡρωϊκὸς στίχος 180 λέγεται κδʹ ἔχειν μέτρα, οἱονεὶ χρόνους, ὡς δηλοῖ ὁ Ὀρφεὺς ἢ ἡ Πυθία λέγουσα περὶ τοῦ ἔπους οὕτως ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. (Ἰστέον δὲ ὅτι ἄλλως λαμβάνουσι τοὺς χρόνους οἱ μετρικοί, ἤγουν οἱ γραμματικοί, καὶ ἄλλως οἱ ῥυθμι κοί. οἱ γραμματικοὶ ἐκεῖνον μακρὸν χρόνον ἐπίσταν ται τὸν ἔχοντα δύο χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων, τὴν δὲ τριῶν, τὴν δὲ πλειόνων· οἷον τὴν ˉωˉς οἱ γραμματικοὶ λέγουσι δύο χρόνων εἶναι, οἱ δὲ ῥυθμικοὶ δύο ἡμίσεος, δύο μὲν τοῦ ˉω μακροῦ, ἡμιχρονίου δὲ τοῦ ˉσ· πᾶν γὰρ σύμφωνον λέγεται ἔχειν ἡμιχρόνιον.)– Σκοπὸν οὖν ἔχων ἐστίν, ὡς προείπο μεν, ὁ τεχνικὸς περὶ μέτρων διαλαβεῖν.– 2. Χρήσιμον20 δέ ἐστι τὸ παρὸν σύγγραμμα οὐ πᾶσιν, ἀλλὰ τοῖς ἔμμετρα ποιήσουσι βιβλία, οὐ γὰρ ῥήτορσιν ἢ ἁπλῶς τοῖς τῇ πεζῇ φράσει κεχρημένοις. 3. Γνήσιον20 δέ ἐστι τὸ παρὸν σύγγραμμα Ἡφαι στίωνος πρῶτον μὲν ἐκ τῆς κοινῆς μαρτυρίας τῶν ὑπομνήματα ποιησάντων εἰς αὐτό, εἶτα δὲ καὶ ἐκ τοῦ μεμνῆσθαι αὐτὸν τούτου καὶ ἐν τοῖς ἑτέροις αὐτοῦ ποιήμασι· ποιεῖ γὰρ βιβλίον περὶ ποιήματος, ὅπερ καὶ ἀεὶ συνευρίσκεται τούτῳ τῷ περὶ μέτρων βιβλίῳ.
1.1.2
9Τῆς δὲ κατὰ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα· ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον· 9 καὶ ἑξῆς U 9Τῆς δὲ κατὰ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα. ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον, οἷον ποικιλόφρον ἀθανάτ' Ἀφρόδιτα· τοῦτο δὲ τὴν μὲν πρώτην συζυγίαν ἔχει τροχαϊκὴν ἑξά σημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμβικήν, τὴν δὲ κατακλεῖδα ἐξ ἰάμβου καὶ τῆς ἀδιαφόρου συλλαβῆς· 9 καὶ τὰ ἑξῆς.– κ Ἐνταῦθα περὶ τῶν παρὰ τοῖς ἀρχαίοις εὑρημένων μεμιγμένων, τῶν κατὰ ἀντιπάθειαν ἀλλήλων ὄντων μέτρων βούλεται διαλαβεῖν ὁ τεχνικός, καὶ λέγει, ὅτι τὰ πυκνότατα, τουτέστι τὰ συνήθη ἐν τῇ χρήσει, παρα φέρω. λέγει οὖν εἶναί τι μέτρον τὸ λεγόμενον ἐπι 250 χοριαμβικόν, τουτέστι τὸ μὴ ἀπὸ χοριάμβου μόνον συγκείμενον, ἀλλ' ἐπὶ τούτῳ καὶ ἀπὸ ἄλλων ποδῶν συντεθειμένον. καὶ λέγει τὸ ποῖον μετὰ παραδείγμα τος, τὸ καλούμενον καὶ Σαπφικόν, τὸ ἑνδεκασύλλαβον, οἷον ποικιλόφρον ἀθανάτ' Ἀφρόδιτα. ἔχει γὰρ τὴν πρώτην συζυγίαν τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, τουτέστιν ἐκ δύο τροχαίων συγκειμένην τρισήμων ὄντων, ἢ ἐκ τροχαίου καὶ σπονδείου, τουτ έστι τρισήμου καὶ τετρασήμου, ὥστε εἶναι τὴν διπο δίαν ἑπτάσημον· (ἰστέον γὰρ ὅτι ἡ ἑπτάσημος τρο χαϊκὴ ἐπὶ τέλους ἔχει τὸν σπονδεῖον, ὥστ' εἶναι τὴν τελευταίαν τοῦ διτροχαίου ἀδιάφορον, μακρὰν καὶ βραχεῖαν· μακρὰν μέν, ὅτε ἐστὶν ἑπτάσημος, βραχεῖαν δέ, ὅτε ἑξάσημος. ἡ δὲ ἰαμβικὴ ἐκ τοῦ ἐναντίου ἐπὶ τῆς ἀρχῆς)· καὶ ταῦτα μὲν ἐπὶ τῆς πρώτης συζυγίας. τὴν δὲ δευτέραν συζυγίαν ἔχει χοριαμβικήν, (οἱονεὶ τροχιαμβικὴν ὡς προέγνωμεν [235, 15] τὴν ἐκ τροχαίου καὶ ἰάμβου συγκειμένην, οἱονεὶ ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς), ἑξάσημον. τὴν δὲ κατακλεῖδα, τουτέστι τὴν ἐσχάτην συζυγίαν (τρίμετρον γὰρ ὑποτί θεται τὸ μέτρον), ἔχει ἐξ ἰάμβου καὶ ἐσχάτης συλλα βῆς ἀδιαφόρου οὔσης, τουτέστι πῆ μὲν μακρᾶς πῆ δὲ βραχείας. (43, 16) 9Ὥστε εἶναι τὴν τετάρτην συλλαβήν. 9 τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἄνω, εἶναι τὴν τετάρτην συλλαβὴν τῆς 251 πρώτης συζυγίας, τουτέστι τοῦ διτροχαίου, πῆ μὲν βραχεῖαν, ὅτε καὶ ἑξάσημος, πῆ δὲ μακράν, ὅτε ἑπτά σημος. οἷον καθαρὸν σχῆμα ἔχον ἑξάσημόν ἐστι τοῦτο ποικιλόφρον ἀθανάτ' Ἀφρόδιτα. ἔχει γὰρ τὴν πρώτην διτρόχαιον καὶ τὸ δεύτερον χο ρίαμβον καὶ τὴν ἐσχάτην ἐξ ἰάμβου καὶ συλλαβῆς. (ἰστέον δέ, ὅτι Ἀφρόδιτα προπαροξυτόνως ἀναγινώ σκουσιν Αἰολεῖς, συστέλλοντες τὸ ˉα. οὐκ ἐπὶ πάντων δὲ συστέλλουσιν, ἀλλ' ἐπὶ μόνων τῶν κυρίων. τὰ γὰρ μὴ ὄντα κύρια οὔτε συστέλλουσιν οὔτε προπαροξύνου- σιν, ἀλλ' ἀθανάτα φασὶ παροξυτόνως). τὸ αὐτὸ δὲ μέτρον ἐστὶ καὶ ἐπὶ τοῦ παῖ Διὸς δολοπλόκε, λίσσομαί σε Sapph. 1, 2 καὶ ἐπὶ τοῦ μή μ' ἄσαισι μήδ' ὀνίαισι δάμνα Sapph. 1, 3 43, 21) 9θάτερον δὲ ἀλλὰ τυΐδ' ἔλθ' αἴποτα κᾆτ' ἔρωτα· ὥστ' εἶναι τὸν κανόνα τοιοῦτον· βα. βα6β6. βααβ. αβ. α6β69' τὸ ἕτερον δέ, οἱονεὶ τὸ ἔχον ἑπτάσημον τὴν τροχαϊκήν, ἔστι τοιοῦτον ἀλλὰ τυΐδ' ἔλθ' αἴποτα κἆτ' ἔρωτα. ἔχει γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον- δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω- νον ἢ καὶ εἶναι ἐν τέλει λέξεως οὐ δύναται ἐν δι- φθόγγῳ ἐκφωνηθῆναι. (ἔγνωμεν γὰρ πολλάκις, ὅτι οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον ἐπιφέρε- ται, καὶ ὅτι οὐχ εὑρίσκεται ἐν τέλει λέξεως.) διὸ δεῖ μὲν ἐκφωνεῖν καὶ περιστίζειν τὸ ˉι, ἐν δὲ τῷ μέτρῳ ὡς ἀνεκφώνητον καὶ μετὰ διφθόγγου αὐτὸ παρα- λαμβάνειν. ἕχει οὖν τὴν πρώτην συζυγίαν τὸ προκεί- μενον τροχαϊκὴν ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμ- βικήν. τὸ γὰρ ˉκˉαˉτ μακρόν ἐστιν ἐκ συναλοιφῆς ἀπὸ τοῦ καὶ εἶτ' ἔρωτα κᾆτ' ἔρωτα20. τὴν δ' ἐσχάτην ὁμοίως τῷ προειρημένῳ ἔχει ἐξ ἰάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ ἔστιν εἰπεῖν καὶ ἐπὶ τοῦ Alc. 5, 1† Heph. 44, 6 χαῖρε Κυλλάνας ὁ μέδεις, σὲ γάρ μοι καὶ θυμὸς ὑμνεῖν, τὸν κορυφαῖσιν ἁγναῖς Alc. 5, 2 καὶ Μαῖα γέννα τῷ Κρονίδᾳ μίγεισα Alc. 5, 3 44, 1) ὥστ' εἶναι τὸν κανόνα τοιοῦτον20 φησί. τὸ ˉβ λάμβανε μακράν (τοῦτο γὰρ δηλοῖ τὸ β, ὅτι βʹ χρόνοι εἰσίν, οἵτινες ἀπεργάζονται τὴν μακράν), τὸ δὲ ˉα τὴν βραχεῖαν ἐξ ἑνὸς χρόνου οὖσαν. πρόδηλον οὖν τὸ λεγόμενον, ὅτι ἡ πρώτη συλλαβή ἐστι μακρά, ἡ δευτέρα βραχεῖα, ἡ τρίτη, ἡ τετάρτη καὶ 253 μακρὰ καὶ βραχεῖα· ἑπτάσημον γὰρ καὶ ἑξάσημόν φη- σιν εἶναι τὴν τροχαϊκὴν συζυγίαν. τὸ αὐτὸ καὶ ἐπὶ τῆς δευτέρας καὶ τρίτης συζυγίας καὶ πάντων δεῖ παραλαμβάνειν. (44, 4) 9Ἔστι δὲ καὶ παρ' Ἀλκαίῳ, καὶ ἄδηλον, ὁπο- τέρου ἐστὶν εὕρημα, καὶ εἰ Σαπφικὸν καλεῖται· οἷον χαῖρε Κυλλάνας. 9 ἄδηλον, φησί, τίνος ἐστὶν εὕρημα, καὶ ἄδηλον εἴτε Σαπφικὸν καλεῖται εἴτε Ἀλκαϊκόν. ταὐτὸ δέ ἐστι τῷ προειρημένῳ, ἀλλ' ἔχει τι ξένον, ὅτι μετὰ τὰ τρία μέτρα (οἱονεὶ στίχους τῆς στροφῆς· ταύτην γὰρ καλεῖ στροφήν, τὴν ἐκ τῶν τοιούτων μέτρων συγκειμένην) ἔχει τέταρτον ἐπιφερόμενον πεντασύλλαβον χοριαμβι- κὸν πενθημιμερές, ὃ ἔχει χορίαμβον καὶ συλλαβήν. πενθημιμερὲς δέ, ὅτι δύο ἔχει πόδας ἁπλοῦς καὶ συλλαβήν (λέγω δὴ τροχαῖον καὶ ἴαμβον) παμβασιλῆι καὶ πότνια θυμόν. (44, 9) συνεμπίπτον δὲ δακτυλικῷ20 φησί. δεῖ προσθεῖναι· διμέτρῳ καταληκτικῷ εἰς δισύλλαβον. ἔχει γὰρ δάκτυλον καὶ δύο συλλαβὰς δακτύλου, ὡς εἴρηται· παμβασιλῆι, πότνια θυμόν. (44, 13) 9Ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πινδαρικὸν ἑνδεκασύλλαβον, ὅ τι τὴν μὲν πρώτην ἀντι 254 σπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ. 9 καὶ τοῦτο πάνυ ἐστὶ σαφές. ἔχει γὰρ τὸν πρῶτον πόδα, ἤγουν τὴν συζυγίαν, ἐξ ἀντισπαστικοῦ συγκείμενον, (τουτέστιν τὸ ἐναντίον τοῦ χοριάμβου, ἰαμβοτρόχαιον, ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας συγκείμε- νον,) τοὺς δὲ ἑξῆς ὁμοίως τῷ προειρημένῳ Σαπφικῷ. καὶ παραφέρει παραδείγματα οἷον (44, 17) ὁ μουσαγέτας με καλεῖ χορεῦσαι καὶ πάλιν ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ. τὰ δὲ λοιπὰ πάντα σαφῆ εἰσι καὶ σχεδὸν ἐξηγήσεως μὴ δεόμενα.

Intertext edge

Open linked passage

Note