COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 209 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
209.1.1
ἀποβληθέντος γὰρ τοῦ ˉο ἐν τῷ" 3ὣς ἔφατο" 3, ἀπεβλήθη καὶ ἐν τῷ μέτρῳ καὶ οὐ λαμβάνεται συλλαβή. ἡ δὲ συνεκφώνησις οὐχ ὡς γράφεται οὕτω καὶ μετρεῖται, ἀλλὰ δύο συλλαβαὶ εἰς μίαν συλλαμβάνονται ἐν τῷ μέτρῳ, οἷον αὐτός φησι μυρία παραδείγματα· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349)· ἡ γὰρ ἢ καὶ οὐ συλλαβαὶ εἰς μίαν μετροῦνται. Λέγει δὲ αὐτῆς τῆς συνεκφωνήσεως πέντε τρό πους· ἢ γὰρ δύο μακραὶ εἰς μίαν γίνονται μακράν, ἢ βραχεῖα καὶ μακρὰ εἰς μίαν μακράν, ἢ μακρὰ καὶ βρα χεῖα εἰς μίαν μακράν, ἢ δύο βραχεῖαι εἰς μίαν βρα χεῖαν. εἶτα ἐν τῷ τέλει τὸν πέμπτον φησὶ τρόπον, ὅτε βραχεῖα καὶ κοινὴ εἰς μίαν βραχεῖαν παραλαμβά νονται. Ὁ δ' Ἡλιόδωρος20 φησὶν ἐν τῇ εἰσαγωγῇ, ὅτι καὶ τρεῖς εἰς μίαν συνεκφωνοῦνται συλλαβαί, ὡς τὸ δι πενθημιμερὲς τοῦτο, [οἱονεὶ] τὸ δοκοῦν εἶναι ἐλεγεῖον, Ἀστερίς, οὔτε σ' ἐγὼ φιλέω οὔτ' Ἀπελλῆς Anacr. 72b). οὐ γάρ ἐστιν ἐλεγεῖον, ἀλλὰ τὸ πρῶτον αὐτοῦ μέρος ἐστὶ δακτυλικόν, τὸ δὲ δεύτερον ἰαμβικόν· δύο γὰρ ἰαμβικοὺς ἔχει πόδας καὶ συλλαβήν· τὸ οὖν φιλέω οὔ20 ἀπὸ βραχείας καὶ μιᾶς μακρᾶς. 210 Ἰστέον δὲ ὅτι τὸν τέταρτον τρόπον, λέγω δὴ τὸν λέγοντα δύο βραχείας εἰς μίαν βραχεῖαν παραλαμβά νεσθαι, λέγει (9, 6) ἐν τοῖς ἄλλοις μέτροις κυρίως εὑρίσκεσθαι, σπανίως δὲ ἐν ἔπει. οἷον παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ' ὦμον. εἰς ἰθυφαλλικὸν δέ ἐστι τὸ μέτρον. ὅπερ τοιοῦτον ἔχει τρόπον· τὸ πρῶτον μέρος αὐτοῦ ἰωνικόν ἐστιν ἀπὸ μείζονος, τὸ δὲ ἔσχατον αὐτοῦ μέρος, ὃ ἐλέγομεν ἰθυφαλλικόν, ἐκ τριῶν τροχαίων μετρεῖται· οὕτως κατὰ διποδίαν σείων μελίην Πηλιάδα τῆς ˉα καὶ ˉδˉα συλλαβῆς εἰς μίαν μετρουμένης βραχεῖαν· δεξιὸν κατ' ὦμον τροχαῖοι. (ἰθυφαλλικὸν δ' ἐκλήθη, διότι εἰς τὰ φαλλαγώ για ἐν τῇ ἑορτῇ τοῦ Διονύσου αὐτῷ ἐχρήσαντο).– εἶτα, ἐπειδὴ ἔλεγε τοῦτο εἶναι σπάνιον ἐν στίχῳ, ὅμως δὲ εὑρῆσθαι, καὶ ἀγνοεῖν τοῦτο τὸν Κριτίαν Heph. p. 9,