Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
COMMENTARIVS GEORGII CHOEROBOSCI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
213.1.1
Περὶ ὀνομασίας τῶν ποδῶν. Πυρρίχιος20 γοῦν ἐστίν, ὅν τινες καὶ προκελευσμα τικὸν καλοῦσιν, ὁ καὶ παρίαμβος καὶ ἡγεμὼν ἐκ δύο βραχειῶν, δίχρονος. λέγεται δὲ πυρρίχιος, ὅτι βραχύ τατος ὢν καὶ ὀξύτατος ἐφήρμοσε μάλιστα τῇ συντόμῳ κινήσει τῆς ὀρχήσεως, ἣν πυρρίχην ὠνόμαζον, ἢ διὰ τὸ ὑπὸ Πύρρου, τοῦ καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως υἱοῦ εὑρεθῆναι τόν τε τοῦ ποδὸς καὶ τοῦ μέλους τῆς ὀρχήσεως ῥυθμόν, ἢ διὰ τὸ ὑπὸ Ἀχιλλέως παρὰ τῇ τοῦ Πατρόκλου πυρᾷ, ἢ διὰ τὴν σφοδρὰν κίνησιν καὶ πυρώδη. παρίαμβος δὲ ὁ αὐτὸς καλεῖ ται διὰ τὸ παρὰ ἕνα χρόνον ἴσος εἶναι τῷ ἰάμβῳ· ὁ μὲν γὰρ δίχρονός ἐστιν, ὁ δὲ ἴαμβος τρίχρονος. προκελευσματικὸς δὲ ἐκλήθη καὶ ἡγεμὼν διὰ τὸ βραχύ τατος εἶναι πλέον παντὸς ποδὸς καὶ πρὸ πάντων εὑρῆ σθαι, ἀκολουθεῖν τε αὐτῷ πάντα τὰ τῶν ποδῶν σχή ματα καὶ μεγέθη. Σπονδεῖος20 δέ ἐστιν ἐκ δύο μακρῶν, τετράχρονος, οἷον φωνή. λέγεται δ' οὕτως διὰ τὸ μάλιστα παρα λαμβάνεσθαι εἰς τὰς ἱερουργίας καὶ σπονδοποιίας τῶν 214 θεῶν, ἀφ' οὗ καὶ σπονδεῖον ἔτι καὶ νῦν μέλος προσ αυλεῖν λέγουσι τοῖς ἱεροῖς. Ὁ δὲ τροχαῖός20 ἐστιν ἐκ μακρᾶς καὶ βραχείας, τρίχρονος, οὕτω κληθείς, ἐπειδὴ διατετροχασμένην καὶ τροχαίαν ἐν τῇ κατασκευῇ τὴν ῥυθμοποιίαν ἔχει, διὰ τὸ τὴν μακρὰν ἐπιτρέχειν ἀεὶ τῇ βραχείᾳ καὶ ἀνά παλιν τὴν βραχεῖαν ἕπεσθαι τῇ μακρᾷ. Ἴαμβος20 δ' ἐκ βραχείας καὶ μακρᾶς, εἴρηται ἤτοι ἀπὸ Ἰάμβης τῆς Κελεοῦ θεραπαίνης, ἥτις τὴν Δήμητρα λυπουμένην ἠνάγκασε γελάσαι γέλοιόν τι εἰποῦσα, τῷ ῥυθμῷ τούτου τοῦ ποδὸς αὐτομάτως χρησαμένη. ἢ ἀπὸ Ἰάμβης τινὸς ἑτέρας, γραός, ᾗ Ἱπ- πῶναξ ὁ ἰαμβοποιὸς παρὰ θάλασσαν ἔρια πλυνούσῃ συντυχὼν ἤκουσε τῆς σκάφης ἐφαψάμενος, ἐφ' ἧς ἔπλυνεν ἡ γραῦς, ἄνθρωπ', ἄπελθε, τὴν σκάφην ἀνατρέπεις. καὶ συλλαβὼν τὸ ῥηθὲν οὕτως ὠνόμασε τὸ μέτρον. ἄλλοι δὲ περὶ τοῦ χωλιάμβου τὴν ἱστορίαν ταύτην ἀναφέρουσι, γράφοντες τὸ τέλος τοῦ στίχου τὴν σκάφην ἀνατρέψεις. 215 ἢ παρὰ τὸ ἰαμβίζειν, ὅ ἐστιν ἰὸν βάζειν τουτέστιν λέγειν· λοιδορικὸν γὰρ τὸ μέτρον τὸ ἐκ τούτου τοῦ ποδὸς συνιστάμενον. Τρισύλλαβοι δὲ οἵδε· Δάκτυλος20, ὁ καὶ ἡρῷος. καὶ δάκτυ λος μὲν ἀπὸ τῶν Ἰδαίων Δακτύλων, οἳ τὸν μὲν ἀριθ μὸν ἦσαν δέκα, παραστάται δὲ τυγχάνοντες τῆς Ῥέας καὶ μουσικώτατοι ὑπάρχοντες διὰ τῆς τῶν ὀργάνων χρήσεως ὕμνουν τὸν Δία. καὶ ἄλλως· δάκτυλος ἀπὸ τῆς ἐν ταῖς χορδαῖς γινομένης τῶν δακτύλων κινή σεως. ἡρῷος δὲ καλεῖται διὰ τὸ πρὸς τὰ τῶν ἡρώων ἔργα καὶ τοὺς τῆς γενεαλογίας ὕμνους προσαρμόζειν, ἢ διὰ τὸ πρώτῳ τούτῳ κεχρῆσθαι τοὺς ποιητὰς πρὸς τὴν ἡρωϊκὴν ἱστορίαν. Ἀνάπαιστος20 δέ, ὃν καὶ καλοῦσι τινὲς ἀντιδάκτυ λον, ἐκ δύο βραχειῶν καὶ μακρᾶς, τετράχρονος. ἐκλήθη δὲ οὕτως διὰ τὸ ἀντικειμένως ἔχειν τῷ ἡρῴῳ (δύο γὰρ ἕχει βραχείας κατὰ τὴν ἀρχὴν τῆς πλήξεως τοῦ ῥυθμοῦ, τὴν δὲ τρίτην μακρὰν ἐν τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρος μὲν λέγεται, ὅτι ἑκατέρωθεν τῆς βραχείας ἔχει τὰς μακράς. κρητικὸς δέ, ὅτι ὑπὸ Κρητῶν εὑρῆσθαι δοκεῖ· ἐκεῖνοι γὰρ πρῶτοι τοῦτο τὸ γένος τῆς ῥυθμοποιίας ὀρχήσει τὴν βάσιν ἀπαρτίζοντες ἐποίουν. παιωνικὸς δέ, ἐπεὶ πρὸς τὰ παιωνικὰ καλού μενα μέτρα ἥρμοσται. Ἀμφίβραχυς20 δέ, ἐκ βραχείας καὶ μακρᾶς ἐστὶ καὶ βραχείας, τετράχρονος. εἴρηται δ' οὕτως, ὅτι ὑπὸ δύο βραχειῶν τὴν μακρὰν περιλαμβάνει ἔμπαλιν τοῦ ἀμφι μάκρου· ὅν τινες καὶ ὑπερθετικὸν καλοῦσιν, ὅτι ὑπερ τιθεμένην ἔχει ἄνωθεν τὴν βραχεῖαν. Βακχεῖος20 δὲ ἐκ βραχείας καὶ δύο μακρῶν, πεντά χρονος. καλεῖται δὲ οὕτως διὰ τὸ πρὸς τοὺς ῥυθμοὺς ἐπιτηδείως ἔχειν. τινὲς δὲ καὶ ὑπο βάκχειον καλοῦσιν αὐτόν. Ὁ δὲ παλιμβάκχειος20, ὁ καὶ διονύσιος, ἐκ δύο μακρῶν καὶ βραχείας, πεντάχρονος καὶ ἀντιβάκχειος καλεῖται, ὅτι ἐναντίως διάκειται τῷ ῥυθμῷ πρὸς τὸν βακχεῖον, διονύσιος δὲ καθὸ καὶ αὐτὸς πρὸς τὰ Διο νυσιακὰ μέλη πεποίηται. τινὲς δὲ αὐτὸν προσοδιακὸν καλοῦσιν καὶ πομπευτικὸν διὰ τὸ ἐν τοῖς προσοδίοις 217 ὕμνοις οὕτω καλουμένοις καὶ ἐν ταῖς πομπαῖς εἶναι ταῖς Διονυσιακαῖς. Χόρειος20– προπαροξυτόνως, ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν– ὁ καὶ τρίβραχυς καὶ βραχυσύλλαβος καὶ τροχαῖος, ἐκ τριῶν βραχειῶν, τρίχρονος. χόρειος μὲν οὖν, ὅτι πρὸς τὰ χορικὰ μέλη πολλάκις λαμβάνεται. τρίβραχυς δὲ διὰ τὸ ἐκ τριῶν βραχειῶν συγκεῖσθαι [ἐν τρισυλλάβοις]. βραχυσύλλαβος δὲ ὡς βραχείας ἔχων τὰς πάσας συλλαβάς. τροχαῖος δέ, ἐπειδὴ ὁ Σο φοκλῆς ἐν τῷ Θαμύρᾳ fr. 219) φησὶ πρόποδα μέλεα· τά δ' ὅσα κλύομεν τρόχιμα, βάσιμα, χέρεσι, πόδεσι. Μολοσσός20, ὁ καὶ τρίμακρος, ἐκ τριῶν μακρῶν, ἑξάχρονος. καλεῖται δὲ μολοσσὸς διὰ τὸ μέγιστος εἶναι πάντων τῶν ἁπλῶν ποδῶν καὶ μήκιστος. τοὺς δὲ μη κίστους τὸ παλαιὸν μολοσσοὺς ἐκάλουν, ὡς Σοφοκλῆς μολοσσικαῖσι χερσὶν ἐκτείνων πέλας (φρ. 727) ἀντὶ τοῦ μεγάλαις. οἱ δὲ διὰ τὸ ὑπὸ Μολοσσῶν εὑρῆ σθαι πρῶτον τὸ εἶδος τῆς ῥυθμοποιίας ταύτης. καλεῖ ται δὲ ἵππειος πάλιν διὰ τὸ τέλειον εἶναι τὸ ζῶον. Τετρασύλλαβοι δὲ δεκαέξ. Προκελευσματικός20, ὁ καὶ ἰσάριθμος, ἐκ τεσσάρων βραχειῶν, τετράχρονος. 218 προκελευσματικὸς δέ, ἐπειδὴ πρῶτός ἐστι τῶν διπλῶν, ὡς καὶ τὸν πυρρίχιον ἐλέγομεν καὶ ἡγεμόνα. Παίων20 πρῶτος, ὁ καὶ παιωνικός, ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος. παιωνικὸς δὲ διὰ τὸ ἐν τοῖς παιᾶσιν ὕμνοις παραλαμβάνεσθαι· Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών Aristoph. Plut.

Intertext edge

Open linked passage

Note