COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 221 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
221.1.1
πέντε γὰρ ἔχει πόδας καὶ συλλαβήν. ἐὰν δὲ τρισύλ λαβος ᾖ ὁ ποὺς ὁ ἐπὶ τοῦ τέλους καὶ συνιστὰς τὸ πᾶν μέτρον, ἐὰν ᾖ δακτυλικόν, δύναται εἶναι καταληκτικὸν εἰς συλλαβήν, τουτέστιν δύναται λείπειν δύο συλλαβάς, οἷόν φησι πάλιν ὁ αὐτὸς ἐπὶ δακτυ λικοῦ μέτρου τὸ παράδειγμα ἐν δὲ Βατουσιάδης Archil. 104)· δύο γὰρ ἔχει πόδας καὶ συλλαβὴν μίαν, καὶ τριμέτρου ὄντος ἡ ἐπὶ τέλους μία συλλαβὴ τόπον τοῦ τρισυλλά βου δακτύλου μόνη ἀνεπλήρωσεν. ἐπὶ δὲ τῶν τοιούτων μέτρων τῶν λειπόντων καὶ μὴ ὄντων ἐντελῶν τὰ μὲν παρὰ μίαν μόνην ὄντα συλλαβὴν λέγεται καταληκτικὰ εἰς δισύλλαβον (κατέληξε γὰρ εἰς δισύλλαβον πόδα, λείπει δὲ μία συλλαβή, ἵνα ᾖ τρισύλλαβος), τὰ δὲ παρὰ δύο συλλαβὰς λέγονται καταληκτικὰ εἰς συλλα βήν, ὅτι κατέληξεν εἰς συλλαβήν, λείπουσι δὲ ἔξωθεν δύο συλλαβαί, ἵνα ᾖ τὸ πᾶν τρισύλλαβον. Διὰ τοῦτο γὰρ καὶ εἰς τὸ ἔπος εἰώθαμεν λέγειν· γένους μέν ἐστι δυαδικοῦ τετρασήμου, εἴδους δακτυ λικοῦ, μεγέθους ἑξαμέτρου κατὰ πόδα, σχέσεως τακτι κῆς, συντάξεως συνθέτου, ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον, τομῆς† τῆσδε. Ἐπειδὴ κυρίως τὸ μέτρον τοῦ ἔπους δακτυλικόν ἐστι πᾶν (εἰ γὰρ καὶ 222 εὑρίσκεται σπονδεῖος ἐν αὐτῷ, ἀλλ' οὖν δυνάμει καὶ αὐτὸς δάκτυλός ἐστι, τῆς δευτέρας τοῦ σπονδείου μα κρᾶς ἀντὶ δύο βραχειῶν οὔσης καὶ κατὰ κρᾶσιν βραχειῶν εἰς μίαν μακρὰν συνελθουσῶν)– ἐπειδὴ οὖν δακτυλικόν ἐστι τὸ μέτρον τοῦ ἔπους, κατὰ πόδα ἕνα ἑξάμετρον, ἔχει πέντε τελείους πόδας καὶ δύο συλ λαβάς, τουτέστιν ἢ σπονδεῖον ἢ τροχαῖον, τῆς τελευ ταίας ἀδιαφορούσης, ὡς αὐτὸς μέλλει εἰπεῖν, καλῶς φαμὲν" 3ἀποθέσεως καταληκτικῆς τῆς εἰς δισύλλαβον" 3· καταλήγει γὰρ εἰς δύο συλλαβάς, λείπει δὲ μία, ἵνα γένηται τρισύλλαβον. Ἄξιον δὲ ἡμᾶς πάντα ταῦτα τὰ τοῦ ἔπους ἐπεξερ γάσασθαι, παρεπόμενα καὶ ἀχώριστα συμβεβηκότα ὄντα. Ἰστέον τοίνυν ὅτι γένους μέν ἐστι δυαδικοῦ τετρασή μου. ἐπειδὴ τεσσάρων ὄντων δισυλλάβων ποδῶν (πυρ ριχίου, σπονδείου, ἰάμβου καὶ τροχαίου) δύο μόνοι ἐξ αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ καὶ παραλαμβάνονται ἔστιν ὅτε κατά τινας χώρας τοῦ ἰάμ βου καὶ τοῦ τροχαίου)· ἔστιν οὖν ὁ ἴαμβος γένους μὲν δυαδικοῦ τρισήμου οἱονεὶ τριχρόνου· ἐκ βραχείας καὶ μακρᾶς συγκείμενος τρεῖς ποιεῖ χρόνους. ὁμοίως δὲ καὶ ἐν τοῖς τρισυλλάβοις ὀκτὼ ὄντων τῶν 223 ποδῶν δύο μόνοι εἰσὶ ἀποτελεστικοὶ μέτρων, ὁ δάκτυ λος καὶ ὁ ἀνάπαιστος, ὅθεν καὶ περὶ αὐτῶν μόνων διαλαμβάνει ὁ τεχνικός, περί τε δακτυλικοῦ μέτρου κατ' ἰδίαν καὶ περὶ ἀναπαιστικοῦ· ἐπειδὴ οὖν ὁ στί χος ἀπὸ δακτύλου σύγκειται, εἰώθαμεν λέγειν·" 3γένους μέν ἐστι δυαδικοῦ" 3. δύο γὰρ μόνοι εἰσὶ γενικοὶ καὶ ἀποτελεστικοὶ μέτρων, ὁ δάκτυλος καὶ ὁ ἀνάπαιστος. τετρασήμου δὲ εἴρηται οἱονεὶ τετραχρό νου· ἐκ μακρᾶς γὰρ καὶ δύο βραχειῶν συγκείμενος ὁ δάκτυλος τέσσαρας ἔχει χρόνους.– Τὸ δὲ εἶδος δα κτυλικὸν νενόηται.– Πάλιν μεγέθους ἑξαμέτρου κατὰ μονοποδίαν εἴρηται, ἐπειδὴ οὐ κατὰ διποδίαν μετρεῖ ται ὁ στίχος, ὡς ἕτερα πολλὰ μέτρα, οἷον ὁ ἴαμβος· οὗτος γὰρ ἓξ ἁπλοῦς πόδας ἔχων καὶ κατὰ διποδίαν μετρούμενος τρίμετρος καλεῖται· ὁ δὲ στίχος ὁ ἑξάμε τρος κατὰ ἕνα πόδα μετρούμενος καὶ οὐ κατὰ διπο δίαν, ὡς προείπομεν.– Πάλιν σχέσεως τακτικῆς λέ γεται.... Περὶ βραχυκαταλήκτων. 9 (13, 18) 9βραχυκατάληκτα δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται. καὶ ἑξῆς. 9 U 9Βραχυκατάληκτα δὲ λέγεται, ὅσα ἀπὸ διποδίας ὅλῳ ποδὶ μεμείωται ἐπὶ τέλους, οἷον ἐπὶ ἰάμβου. καὶ τὰ ἑξῆς. 9– κ Εἰπὼν περὶ ἀκαταλήκτων καὶ καταληκτικῶν μέτρων βούλεται διαλαβεῖν καὶ λέγει πάλιν περὶ βραχυκατα