Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
COMMENTARIVS GEORGII CHOEROBOSCI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
224.1.1
λήκτων, ὅτι βραχυκατάληκτά ἐστιν, ὅσα κατὰ διποδίαν μετρούμενα λείπουσιν τέλειον ἁπλοῦν ἕνα πόδα, οἷον ἐπὶ ἰάμβου (κατὰ διποδίαν γὰρ μετρεῖται, ὅθεν καὶ τρίμετρος ὀνομάζεται), καὶ φησὶν ὁ τεχνικὸς τὸ παρά δειγμα ἄγ' αὖτ' ἐς οἶκον τὸν Κλεησίππω· ἐνταῦθα γὰρ τὸ" 3σίππω" 3 ἀντὶ ὅλης ἰαμβικῆς κεῖται δι ποδίας. Περὶ ὑπερκαταλήκτων. (14, 4) πάλιν ὑπερκατά ληκτα καλεῖται μέτρα, ὅσα πρὸς τοῖς τελείοις ποσὶ συλλαβῇ τοῦ ὡρισμένου μέτρου περιττεύουσιν, οἷον ἐπὶ ἰαμβικοῦ (ἔστι δὲ δίμετρον κατὰ διποδίαν) εἶμ' ὥστ' ἀπὸ πυσσάλω λυθεῖσα fr. lyr. adesp. ἔχει γὰρ τὴν ˉσˉα συλλαβὴν περιττεύουσαν. (ὃ δὲ θέλει εἰπεῖν, τοιοῦτόν ἐστι· πορεύομαι ὥσπερ ἀπὸ πασ σάλου λυθεῖσα. πύσσαλον γάρ φησι τὸν πάσσαλον). δύναται δὲ εἶναι ὑπερκατάληκτα καὶ δύο συλλαβαῖς, ὅταν οἱ πόδες τρισύλλαβοι ὦσιν, οἷόν φησι τὸ παρά δειγμα ἅδ' Ἄρτεμις ὦ κόραι Telesill. 1). ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν ἐκ δύο ποδῶν, τοῦ πρώτου σπονδείου ἰσοδυναμοῦντος ἀναπαίστῳ. (εἴρη ται γὰρ πολλάκις, ὅτι ἡ μακρὰ ἰσοδυναμεῖ δύο βρα χείαις συλλαβαῖς). τοῦτο γὰρ πρὸς τῇ ὁλοκλήρῳ συ 225 ζυγίᾳ οἱονεὶ διποδίᾳ (τὴν γὰρ διποδίαν συζυγίαν ἐκάλεσε) περιττεύει δύο συλλαβαῖς. 9Ἄλλο κεφάλαιον. 9 (14, 15) 9Παντὸς μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε εἶναι αὐτὴν καὶ βραχεῖαν καὶ μακράν. καὶ τὰ ἑξῆς. 9 Πρόδηλόν ἐστι τὸ λεγόμενον, ἐπειδὴ λέγει παντὸς εἶναι μέτρου τὸ τέλος ἀδιάφορον, τουτέστι ἐὰν μακρὸν ἢ βραχὺ τοῦτο, ἀδιάφορον· ἰστέον ὅτι ἡ βραχεῖα ἀντὶ μακρᾶς εὑρίσκεται εὐλόγως κατὰ τὸ τέλος (βοηθεῖται γὰρ ὑπὸ τῆς σιωπῆς), παραλόγως δὲ ἡ μακρὰ ἀντὶ βρα χείας παραλαμβάνεται ἐν τέλει μέτρου, ὅμως δ' οὕτως ἐπεκράτησε. (14, 22) 9Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν, ὅθεν ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπι γραμμάτων. καὶ τὰ ἑξῆς. 9 Πᾶν μέτρον, φησίν, εἰς τελείαν περατοῦται λέξιν, δεῖ δὲ εἰπεῖν" 3ἢ ὡς τελείαν" 3, καθάπερ καὶ Ἡλιόδωρος ἔλεγεν ὁ γραμματικός, διὰ τὸ" 3ὑψερεφὲς δῶ" 3 (κ 111 αλιας) καὶ τὰ τοιαῦτα. δῆλον δὲ ὅτι καὶ ἀπὸ τελείας θέλει ἄρχεσθαι· ὅθεν καὶ συνηγοροῦντές τινες εἰς τὸ εὐρύοπα Ζῆν', αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο (Θ 207), καὶ ἐν τοῖς ὁμοίοις, ὅτι τὸ ˉν εἰς τὸ τέλος τοῦ πρώτου στίχου ἐστὶ καὶ οὐκ ἔστιν ἀρκτικὸν τοῦ ἑξῆς στίχου, ἐκέχρηντο τούτῳ τῷ λόγῳ, ὅτι πᾶν μέτρον θέλει ἀπαρ 226 τίζειν εἰς τέλος λέξεως καὶ πάλιν ἀπ' ἀρχῆς θέλει ἄρ χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν, τὸ ˉν τῷ ἐπιφερομένῳ στίχῳ ἐπετίθεσαν, λέγοντες ὅτι ὁ λόγος ἔρρωται ἐπὶ παθῶν. τοῦτο γὰρ καὶ τὰ ὅμοια πάθη εἰσίν, οἱ δὲ κανόνες τῶν ὑγιῶν, οὐ τῶν πεπον θότων εἰσὶ κανονιστικοί. ὅμως δὲ εὑρέθησαν πολλὰ μέτρα εἰς μέρος λέξεως ἀπαρτίζοντα καὶ ἀπὸ τοῦ ἄλ λου μέρους τῆς λέξεως ἀρχόμενα· καὶ φέρει μὲν ὁ τε χνικός τινα παραδείγματα. εἰσὶ δὲ καὶ ἄλλα πολλά, οἷον παρὰ Καλλιμάχῳ ἐν Ἐπιγράμμασιν XLII) ἥμισύ μοι ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ'
224.2.1
Ἔρος εἴτ' Ἀΐδης ἥρπασεν ἐκ μερόπων· καὶ Μένανδρος ἐν Πλοκίῳ (φρ. 412) λεπτὸν μεθ' ἑτέρας ἱστὸν ὑφαίνει· καὶ ἐξαιρέτως παρὰ Σοφοκλεῖ OT 332 sq.) ἐγὼ οὔτ' ἐμαυτὸν οὔτε σ' ἀλγυνῶ. τί ταῦτ' ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου, ὥστε καλεῖσθαι τὸ εἶδος Σοφόκλειον καὶ ἐπισυναλοι φὴν διὰ τὸ ἐπισυνάπτεσθαι τὸ σύμφωνον τῷ ἑξῆς ἰάμβῳ ἢ στίχῳ. ἰστέον δ' ὅτι διὰ τὸ ἀδύνατον ὁ Εὐφορίων τὸ Ἀπολλόδωρος διέλυσε φάσκων καί τις Ἀπολλό δωρος ἐφ' υἱέα Λειοφόωντος. 227 Cap. V. Περὶ ἰαμβικοῦ. 9 Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας, τουτέστι πρώτην, τρίτην καὶ πέμπτην, ἴαμβον, τρίβραχυν καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρ τίους τουτέστι δευτέραν9.... U 9Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας ἴαμβον, τρίβραχυν καὶ ἀνάπαιστον, δάκτυλον, σπονδεῖον, κατὰ δὲ τὰς ἀρτίους ἴαμβον, τρίβραχυν, ἀνάπαιστον· τοῦτο δὲ παρὰ μὲν τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβικοῖς καὶ τραγικοῖς σπανιώτερον. 9– κ Ἐντεῦθεν ἄρχεται κυρίως κανονίζειν τὰ μέτρα πάνυ σαφέστατα ἀπαγγέλλων, ὅτι κατὰ τὰς περιττὰς χώρας, οἱονεὶ κατὰ τὸν πρῶτον καὶ τρίτον καὶ πέμπτον πόδα, δέχεται ἕνα τῶν πέντε τούτων ποδῶν, κατὰ δὲ τὰς ἀρτίους, τουτέστι κατὰ δεύτερον καὶ τέταρτον, ἕνα τῶν τριῶν· πάντως γὰρ ἡ ἀρτία ἀπὸ βραχείας θέλει ἄρχεσθαι καὶ δέχεται ἴαμβον ἢ τρίβραχυν τὸν λεγό μενον χορεῖον ἢ ἀνάπαιστον. τοῦτον δὲ τὸν ἀνάπαι στον συνεχῶς παρὰ κωμικοῖς δέχεται, σπανίως δὲ παρὰ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς. ἰαμβοποιοὺς δὲ καλεῖ τὸν Σιμωνίδην καὶ Ἀρχίλοχον καὶ Ἱππώνακτα. Ἰστέον δὲ ὅτι εἰσὶ τοῦ ἰάμβου μονόμετρα, δίμετρα, ἕως τῶν ἓξ ποδῶν, κατὰ πόδα καὶ κατὰ διποδίαν· οὐ 228 μὴν πλέον τῶν ἓξ μέτρων εὑρίσκεται. οἷον κατὰ πόδα μονόμετρον τὸ φεῦ φεῦ20 καί τινα τοιαῦτα συνεχῶς παρὰ τραγικοῖς εὑρισκόμενα. Εἶτα λέγει περὶ τῆς ἕκτης χώρας τοῦ ἰάμβου, ὅτι δέχεται ἢ ἴαμβον ἢ πυρρίχιον. 9" 3ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ἢ σπανίως τρίβραχυν, ὥστε γενέσθαι τὴν κατακλεῖδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον" 3. 9 Κατακλεῖδα λέγει τὴν ληκτικὴν συλλαβήν. τοῦτο οὖν φησιν, ὅτι ἡνίκα ἐστὶ καταληκτικὸν μέτρον τοῦ ἰάμβου, τουτέστι λεῖπον συλλαβῇ, τότε τὸν παραλή γοντα, τουτέστι τὸν πέμπτον, πόδα ἴαμβον ἔχει ἢ σπανίως τρίβραχυν, τῶν δύο βραχειῶν εἰς μίαν μα κρὰν παραλαμβανομένων κατὰ τὴν καλουμένην κοινὴν λύσιν, ὡς πολλάκις προείρηται, καὶ τὴν τελευταίαν συλλαβὴν τοῦ ἕκτου ποδὸς ἢ μακρὰν ἢ βραχεῖαν. εἰ μὲν γὰρ βραχεῖαν, ἀμφίβραχυς εὑρεθήσεται ὁ πέμπτος πούς, οἷον τὸ τετράμετρον Ἱππώνακτος 90† Heph. 16, 23 [εἰ ἄρα βραχεῖα ἐστὶν ἡ ἐν τέλει, ἐν τῷ] εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. εἰ δὲ μακράν, τότε βακχεῖος εὑρεθήσεται ὁ πέμπτος πούς, οἱονεὶ ὁ ἐκ βραχείας καὶ δύο μακρῶν συγκείμε νος, οἷον τὸ Ἀρχιλόχου τρίμετρον fr. 116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ καὶ τὰ τοιαῦτα. 229 (17, 1) 9Ἔστι δὲ ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασιν. διαφέρει δὲ τοῦ ὀρ θοῦ, ᾗ ἐκεῖνο μὲν ἴαμβον ἔχει τὸν τελευταῖον ἢ πυρ ρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ σπονδεῖον ἢ τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους· 9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπεκράτησεν, ὥστε ποιεῖν καὶ ἴδιον μέτρον. Ἱππώνακτος δ' ἔλεγον αὐτὸ εἶναι κατὰ τὴν εἰρημένην ἀνωτέρω p. 214, 20 χρῆσιν τῆς γραὸς καὶ σκάφης· ἄνθρωπ', ἄπελθε, τὴν σκάφην ἀνατρέψεις. τοῦτο δὲ καὶ τῆς γραὸς λέγεται εἶναι τῆς ἄνω εἰρημέ νης.– Καὶ οὕτως πληροῖ τὸ ἰαμβικὸν μέτρον, μὴ εἰρηκὼς περὶ τῆς τομῆς τοῦ ἰάμβου ἐνταῦθα. ἐν δὲ τῇ κατὰ πλάτος αὐτοῦ πραγματείᾳ καὶ τοῦτο πεποίηκε, σαφῶς δείξας καὶ συμφωνήσας πᾶσιν ὅτι δύο μόναι εἰσὶ τομαὶ τοῦ ἰάμβου, λέγω δὴ πενθημιμερὴς δύο ἥμισυ ποδῶν καὶ ἑφθημιμερὴς τριῶν ἥμισυ. Cap. VI. Περὶ τροχαϊκοῦ. 9Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, καὶ τρίβραχυν, καὶ δάκτυλον· κατὰ δὲ τὰς 230 ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δ' ὅτε καὶ τρίβραχυν· 9 καὶ τὰ ἑξῆς. Εἰπὼν περὶ τοῦ ἰαμβικοῦ νῦν καὶ περὶ τοῦ ἀντι παθοῦς αὐτοῦ βούλεται τροχαϊκοῦ διαλαβεῖν. ὅτι γὰρ ἀντιπαθεῖ αὐτὸ δῆλον, ἐπεὶ ἐκ τοῦ τροχαϊκοῦ αὐτοῦ μέτρου ἐὰν ἀπάρῃς τὴν πρώτην συλλαβήν, ἰαμβικὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν· καὶ ἔμπαλιν ἐὰν ἐκ τοῦ ἰαμβικοῦ ἐκβάλῃς τὴν πρώτην συλλαβήν, τροχαϊκὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν. Ἰστέον δ' ὅτι τινὲς τὸν τροχαῖον καλοῦσι καὶ χο ρεῖον, ὡς ἐν τοῖς χοροῖς εὑρισκόμενον, ὅθεν καὶ τὸ χοριαμβικὸν μέτρον, ὡς δείξομεν, λέγεται, τὸ ἐκ τρο χαίου καὶ ἰάμβου συγκείμενον. Εἶτα λοιπὸν αὐτὸς σαφῶς διδάσκει, πόθεν σύγκει ται τὸ καλούμενον Εὐριπίδειον ἢ ληκύθιον.– (18, 7) ἰστέον δὲ ὅτι τοὺς τραγικοὺς ληκύθους ἐκάλουν, ὅθεν καὶ Καλλίμαχος 98c φησὶν ἥτις τραγῳδὸς μοῦσα ληκυθίζουσα· ἄλλοι δὲ κομποληκύθους· ἢ ὅτι ὅμοιόν ἐστι τῷ λη κύθιον ἀπώλεσεν20 Aristoph. Ran. 1233 Εἶτα λέγει πολλὰ εἴδη τοῦ τροχαϊκοῦ μέτρου, σαφῶς παρα τιθέμενος καὶ τὰ παραδείγματα διὰ τῶν χρήσεων ἑκάστου. 231 Cap. VII. Περὶ δακτυλικοῦ. 9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει· 9 καὶ ἑξῆς. U 9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιά φορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ' αὐτοῦ με μειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς. καὶ τὸ μὲν καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δι σύλλαβον· 9 καὶ τὰ ἑξῆς.– κ Διαλαβὼν περὶ τῶν δισυλλάβων μέτρων νῦν ἀκο λούθως ὁ Ἡφαιστίων ἐπὶ τοὺς τρισυλλάβους μετέρχε ται, πάλιν δύο μόνους ἀποτελεστικοὺς ὄντας μέτρων, λέγω δὴ τὸν δάκτυλον καὶ τὸν τούτῳ πάλιν ἀντικεί μενον ἀνάπαιστον. διὰ τοῦτο γὰρ καὶ προείπομεν, ὅτι εἰώθαμεν ἐν τοῖς γένεσι τοῦ στίχου λέγειν·" 3γένους μέν ἐστι δυαδικοῦ τετρασήμου" 3, ἐπειδὴ ὀκτὼ ὄντων τῶν τρισυλλάβων ποδῶν δύο μόνοι εἰσὶν οἱ ἀποτελε στικοὶ μέτρων. Εἶτα λέγει πάλιν σαφῶς, πόθεν σύγκειται τὸ δα κτυλικὸν μέτρον, τουτέστι τὸ ἔπος. καὶ πολλάκις καὶ τοῦτο προέγνωμεν, ὅτι πάντες δυνάμει δάκτυλοί εἰσιν οἱ πόδες τοῦ στίχου. καὶ γὰρ καὶ ὁ ἀμφίμακρος, ὁ λεγόμενος κρητικός, καὶ πάλιν ὁ παλιμβάκχειος τὴν 232 κοινὴν ἔχουσιν ἰσοδυναμοῦσαν βραχείᾳ, ὅθεν καὶ πο δίζοντες τὸν στίχον εἰώθαμεν λέγειν·" 3ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ κοινῆς, τετράχρονος" 3, ἐν δὲ τῷ στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλὰ καὶ ὁ σπονδεῖος δυνάμει δάκτυλός ἐστι, τῆς δευτέρας μακρᾶς ἀντὶ δύο βραχειῶν παραλαμβανομένης· ὅθεν καὶ ἐν τῷ ἀναπαιστικῷ λαμβάνεται πάλιν δυνάμει ἀνά παιστος, τῆς πρώτης μακρᾶς ἀντὶ δύο βραχειῶν παρα λαμβανομένης. Περὶ δὲ τῆς τελευταίας συλλαβῆς αὐτοῦ σαφῶς δι δάσκει, ποῖον ἐστὶν ἀκατάληκτον καὶ ποῖον καταληκτι κὸν εἰς συλλαβὴν καὶ δισύλλαβον· ἰστέον δ' ὅτι παρά δειγμα τοῦ ἀκαταλήκτου οὐ παραφέρει, οἱονεὶ ἔχοντος τὸν τελευταῖον πόδα τέλειον δάκτυλον. τοῦ δὲ κατα ληκτικοῦ παραφέρει καὶ εἰς δισύλλαβον καὶ πάλιν εἰς συλλαβὴν (22, 1) παραδείγματα. Περὶ αἰολικοῦ20· (22, 18) 9Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλά βων· 9 καὶ τὰ ἑξῆς. U 9Τὰ δ' Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων, ἢ σπονδεῖον ἢ τροχαῖον ἢ ἴαμβον ἢ πυρρίχιον· τοὺς δὲ ἐν μέσῳ πάντας δακτύ λους· τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον 233 μὲν ἢ κρητικὸν διὰ τὸ τοῦ τέλους ἀδιάφορον· 9 καὶ τὰ ἑξῆς.– κ Εἰπὼν περὶ τῶν κοινῶν δακτυλικῶν πάλιν περί τινων εἰδῶν τοῦ δακτυλικοῦ καὶ τέως τοῦ αἰολικοῦ φησί τινα εἴδη, σαφῶς ἀποδεικνὺς αὐτῶν καὶ τὸ μέ τρον καὶ τὰ παραδείγματα. εἶτα ἐν τῷ τέλει φησίν, ὅτι εἰσὶ καί τινα λογαοιδικὰ καλούμενα δακτυλικά, ὧν πάλιν φησὶ τὰ παραδείγματα καὶ τὰ μέτρα, σαφῆ ὄντα καὶ σχεδὸν ἐξηγήσεως μὴ δεόμενα. λογαοιδικὰ δ' ἐκλή θησαν, ἐπειδὴ ἔν τισιν ἴσα ἀμέτροις δοκοῦσιν ὡς ἐπὶ λόγου εἶναι ἄνευ τινὸς μέτρου διὰ τὸ ἄρρυθμον. Cap. VIII. Περὶ ἀναπαιστικοῦ. 9Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται ἀνάπαιστον καὶ σπονδεῖον, σπανίως δὲ καὶ προκελευσμα τικόν. 9 (προκελευσματικός ἐστιν ὁ ἐκ τεσσάρων βρα χειῶν.) U 9Τὸ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται ἀνά παιστον καὶ σπονδεῖον, σπανίως δὲ καὶ τὸν προκελευσμα τικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. κατὰ δὲ συζυγίαν διαιρεῖται, εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἕξ. 9– κ Εἰπὼν δὲ περὶ τοῦ δακτυλικοῦ ἀναλόγῳ τάξει κέ χρηται περὶ τοῦ ἀντιπαθοῦς διαλαμβάνων, λέγω δὴ τοῦ 234 ἀναπαιστικοῦ ἐκ δύο βραχειῶν καὶ μακρᾶς λαμβανο μένου. εἶτα λέγει σαφῶς αὐτός, πόθεν σύγκειται, ὅτι ἓξ ἔχει ἀποθέσεις ἤτοι καταλήξεις, καὶ ἀριθμὸν αὐτῶν παραφέρει καὶ τὰς χρήσεις.– (25, 5) Εἶτα δείκνυσιν, ὅτι τὸ τετράμετρον τὸ καλούμενον Ἀριστοφάνειον οὐκ ἦν αὐτοῦ τοῦ Ἀριστοφάνους εὕρημα, ἀλλ' ἑτέρου τινὸς παλαιοτέρου τοῦ Ἀριστοφάνους. Ἀριστόξενος γάρ φη- σιν πρῶτος αὐτῷ ἐχρήσατο, οὗ μέμνηται Ἐπίχαρμος μεταγενέστερος ὤν. εἶτα ἐχρήσατο τούτῳ τῷ μέτρῳ καὶ αὐτὸς ὁ Ἐπίχαρμος, εἶτα Κρατῖνος, καὶ ὕστερος ὢν Κρατίνου Ἀριστοφάνης. ἐπειδὴ δὲ συνεχῶς αὐτῷ ἐχρήσατο, ἐκλήθη Ἀριστοφάνειον. καὶ φέρει τὴν χρῆ σιν τοῦ Ἀριστοξένου, ὅτι ἔστι τετράμετρον καταληκτι κὸν εἰς συλλαβὴν (25,

Intertext edge

Open linked passage

Note