COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 470 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
470.1.1
αλ.). 242 Cap. XI. Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον. 9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 καὶ τὰ ἑξῆς.– κ Ζητεῖται διὰ τί μὴ μετὰ τὸ ἀντισπαστικὸν εὐθὺς τοῦ ἀπ' ἐλάσσονος ἤρξατο, ἀλλὰ τοῦ ἀπὸ μείζονος. καὶ φαμέν, ὅτι πρῶτον τῆς τετραδικῆς συγγενείας παρ έλαβε τὸ χοριαμβικόν, οὗ συλλαβῆς ἀφαιρουμένης ἰω νικὸν ἀπ' ἐλάσσονος γίνεται, ἐξ οὗ ὁ ἀντίσπαστος, ἐξ οὗ ὁ ἰωνικὸς ἀπὸ μείζονος· ἅπαξ δὲ μετὰ τὸ χοριαμ βικὸν τὸ ἀντιπαθὲς αὐτοῦ ἀντισπαστικὸν παραλαβών, πιθανῶς τοῦ ἀντισπαστικοῦ γενομένου κατὰ ἀφαίρεσιν ἤρξατο. Ἰστέον οὖν ὅτι τὰ ἰωνικὰ εἴωθε δέχεσθαι τὰς τρο χαϊκάς, ὅτε ἐστὶ κατὰ συμπάθειαν, ὡς τὰ χοριαμβικὰ καὶ ἀντισπαστικὰ τὰς ἰαμβικάς. ἔστι δ' ὅτε καὶ ἐξ ὅλων τροχαϊκῶν σύγκειται, ὡς ἐπὶ τοῦδε σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμ' ὅμοιον. διαιρεῖται δὲ ἀπὸ τοῦ τροχαϊκοῦ τῷ τε ῥυθμῷ καὶ τῇ τομῇ· τὸ γὰρ τροχαϊκὸν εἰς πενθημιμερῆ καὶ ἑφθημι 243 μερῆ τέμνεται, τὸ δὲ ἰωνικὸν κατὰ ἁπλῶν ποδῶν. ὅταν δὲ τὸ χοριαμβικὸν λάβῃ τὰς τροχαϊκὰς ἢ τὸ ἰω νικὸν τὰς ἰαμβικάς, καλοῦνται κατὰ ἀντιπάθειαν. καὶ ὅταν μὲν τὸ χοριαμβικὸν κατ' ἀρχὴν λάβῃ τὸ τροχαϊ κόν, ἐπιχοριαμβικὸν καλεῖται, ὅταν δὲ τὸ ἰωνικὸν κατ' ἀρχὴν δέξηται τὸν διίαμβον, ἐπιωνικόν ἐστιν· ἐπιαντι σπαστικὸν δ' οὐκ ἔστιν, ἐπεὶ τὸ ἀντισπαστικὸν φύσιν εἶχεν ἐνίοτε καὶ ἀπὸ διτροχαίου ἄρχεσθαι διὰ τὸ τρέ πεσθαι τὴν ἀρχὴν εἰς τὰ τέσσαρα σχήματα τῶν δισυλ λάβων. Ἐζητεῖτο δὲ διὰ τί τὰ ἰωνικὰ ἐδέξαντο τοὺς δι τροχαίους. ἐπιλυόμεθα δ' οὕτως· τοῖς ἰωνικοῖς ἐν δέουσι μετρικοὶ πόδες, εἰσὶ γὰρ ἐκ σπονδείου καὶ πυρριχίου τὰ ἰωνικά· μετρικοὶ δὲ πόδες εἰσὶ τροχαῖος ἴαμβος δάκτυλος ἀνάπαιστος, οἵτινες τῇ ποικιλίᾳ τῶν χρόνων κοσμούμενοι μέτρα ἴδια ποιοῦσιν· οὗτοι δὲ καλοῦνται μετρικοὶ καὶ ῥυθμικοὶ πόδες· τὰ δ' ἰωνικὰ μέτρα, μὴ ἔχοντα τὴν σύνθεσιν ἐκ μετρικῶν ποδῶν, ὡς προείπομεν, ἐδεήθησαν τῶν διτροχαίων πρὸς σύ στασιν· τούτων δ' ἐδεήθησαν, ἐπεὶ χαῦνά εἰσι τὰ ἰωνικά, τὰ δὲ τροχαϊκὰ σύντονα· ὅπως οὖν κρᾶσίς τις γένηται, συνῆλθον τοῖς ἰωνικοῖς τὰ τροχαϊκά. ἅπαξ δὲ τῶν διτροχαίων ἐμπεσόντων εἰς τὰ ἰωνικά, τοῖς ἀντιπαθέσι τῶν ἰωνικῶν συνῆλθον αἱ ἰαμβικαὶ διπο δίαι, φημὶ δὴ τῷ ἀντισπαστικῷ καὶ χοριαμβικῷ. (35, 12) 9Τὸ καλούμενον Κλεομάχειον. 9– ὁ Κλεόμαχος δ' οὗτος πύκτης ἦν, ἐρασθεὶς δέ ποτε νέου μετῆλθεν εἰς ποιητικήν. 244 Εἶτα ἐπιφέρει ἄλλων τινῶν παραδείγματα, λέγων καὶ τὸ πόθεν σύγκειται, ἐν οἷς παραφέρει τοῦτο τὸ Σαπφοῦς (36, 17) ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν. ὃ δὲ θέλει εἰπεῖν, τοιοῦτόν ἐστι· βλαβερωτέρας οὐδα μῶς πού ποτε, Εἰρήνη, σοῦ ἐπιτυχοῦσαν. ὁ πρῶτος πούς ἐστι παίων δεύτερος ἀσαροτέ20· συστέλλουσι γὰρ οἱ Αἰολεῖς τὸ ˉα [τοῦ ἄσαισιν] ὡς ἐν τῷ μή μ' ἄσαισι μήδ' ὀνίαισιν Sapph. 1, 3). ὥσπερ δὲ τὸ Ἀφροδίτη Ἀφρόδιτα φασὶ συστέλλοντες τὸ ˉα, οὕτω καὶ τὸ εἰρήνη εἴρηνα. ξαπ. χιι. Περὶ ἰωνικοῦ τοῦ ἀπ' ἐλάσσονος. 9Τὸ δὲ ἀπ' ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τρο χαϊκάς. 9 Τοῦτο δεδήλωται ἀντιπαθὲς ὂν τῷ ἀπὸ μείζονος ἰωνικῷ. ἐκεῖνο μὲν γὰρ ἀπὸ σπονδείου ἤρχετο, τοῦτο δὲ ἀπὸ πυρριχίου, εἶτα σπονδείου, τὸ καθαρὸν ἰωνικόν. ἔστι δὲ καὶ ἐπίμικτον· ἐπιδέχεται γὰρ καὶ τρο 245 χαϊκὰς διποδίας. ὅτε δὲ παραδέχεται τροχαϊκὴν δι ποδίαν, πρὸ τῆς τροχαϊκῆς διποδίας ἔστιν ὁ πεντάσημος πούς, τουτέστι παίων τρίτος, λέγω δὴ τὸν ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας συγκείμενον. ἡ δὲ τροχαϊκὴ διποδία ὅταν προτάττηται τῆς ἰωνικῆς διπο δίας, εὑρίσκεται αὕτη ἡ τροχαϊκὴ διποδία ἑπτάσημος. (καὶ ἑξάσημος γάρ ἐστιν, ἐὰν ἔχῃ αὐτοὺς τοὺς δύο τροχαίους καθαρούς· ἕκαστος γὰρ τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ τὸν ἐκ τροχαίου καὶ σπον δείου συγκείμενον δεύτερον ἐπίτριτον, (ὡς προείρηται, ὅτε μὴ λήγει εἰς τὸ τέλος τοῦ μέτρου αὐτὴ ἡ διποδία, ἀλλ' ἔχει ἰωνικὸν ἐπαγόμενον,) οἷον (39, 11) ἄπο μοι θανεῖν γένοιτ'· οὐ γὰρ ἂν ἄλλη. ἔστι γὰρ τοῦτο τρίμετρον ἀκατάληκτον ἔχον τὸν πρῶ τον πόδα παιῶνα τρίτον τὸν πεντάχρονον, εἶτα τρο χαϊκὴν ἑπτάσημον τὸν καὶ δεύτερον ἐπίτριτον, καὶ ἰωνικὸν ἀπ' ἐλάσσονος. Τὰ δὲ ἑξῆς, ἅ φησι, πρόδηλα. (38, 13) 9Τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μητρῳα κὸν καὶ ἀνακλώμενον... ἐκλήθη. 9 U 9Τὸ μέντοι μητρῳακὸν καὶ γαλλιαμβικὸν καὶ ἀνακλώ μενον ἐκλήθη διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ· 9 καὶ τὰ ἑξῆς.– κ Ἰστέον ὅτι τοῦτο τὸ ἀπ' ἐλάσσονος ἰωνικὸν λέγεται ἀνακλώμενον καὶ μητρῳακὸν καὶ γαλλιαμβικὸν ἀπὸ 246 τοῦ τοὺς Γάλλους, ὅ ἐστι τοὺς κιναίδους, ἰαμβίζειν καὶ ὑμνεῖν τὴν Ῥέαν κατὰ τὴν ἀγοράν· διὰ τοῦτο γὰρ καὶ μητρῳακόν. ἴσως δὲ διὰ τοῦτο καὶ ἀνακλώμενον διὰ τὴν κλάσιν τῆς φωνῆς αὐτῶν καὶ ἁπαλότητα. ᾧ καὶ Καλλίμαχος κέχρηται. ἔστι δὲ ἀταξία πολλὴ ἐν τῇ χρήσει ὧν παραφέρει χρήσεων καὶ μάλιστα ἐν τοῖς πρώτοις ποσί. Cap. XIII. Περὶ παιωνικοῦ. Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· καὶ τὰ ἑξῆς. Οὔκουν ἀπεδοκίμασαν οἱ μετρικοὶ τὸ παιωνικὸν μέτρον, ἐπεὶ οὐδὲ οἱ ῥυθμικοί. παιωνικὸν γάρ φασιν τὸν ἐν ἡμιολίῳ λόγον. ἡμιόλιον δέ ἐστιν, ὡς ἐν τοῖς κατὰ πλάτος εἰρημένοις αὐτοῦ ἕνδεκα βιβλίοις φησί, τὸ ἐξ ἑνὸς ἡμίσεως ποδὸς συγκείμενον· ὡς οἱ τρισύλ λαβοι πόδες ἐκ τῶν δισυλλάβων. αὐτοὶ δὲ οἱ με τρικοὶ τοῦ παιωνικοῦ τρία εἴδη φασί· τὸ ἐν κρητικῷ, τὸ ἐν βακχείῳ, τὸ ἐν παλιμβακχείῳ· πάντα δέ ἐστι πεντάσημα. 247 Εἰ δέ τις ἔροιτο πῶς τὸ μέτρον τὸ παιωνικὸν μόνον παιῶνα πρῶτον δέχεται καὶ τέταρτον, οὐδὲ δεύ τερον καὶ τρίτον, ἴστω, ὡς οὐκ ἀπὸ τῶν παιώνων πο δῶν ὠνόμασται τὸ μέτρον, ἀλλ' ὅτι ἐν ἡμιολίῳ ἐστί, κύριος δὲ ἐν αὐτῷ ποὺς ὁ κρητικός, ὃς λύων μὲν τὴν πρώτην ποιεῖ παιῶνα τέταρτον· (ὁ γὰρ ἀμφίμακρος λύει τὴν πρώτην συλλαβὴν καὶ ποιεῖ τὸν ἐκ τριῶν βραχειῶν καὶ μιᾶς μακρᾶς παιῶνα τέταρτον·) λύων δὲ τὴν ἐσχάτην [ὁ ἀμφίμακρος] ποιεῖ παιῶνα πρῶτον, λύων δὲ ἄμφω ποιεῖ τὸν πεντάβραχυν. Ἡλιόδωρος δέ φησι κοσμίαν εἶναι τῶν παιωνικῶν τὴν κατὰ πόδα τομήν, ὅπως ἡ ἀνάπαυσις ἐπιδιδοῦσα χρόνον ἑξασήμους ποιῇ τὰς βάσεις καὶ ἰσομερεῖς ὡς τὰς ἄλλας, οἷον οὐδὲ τῷ Κνακάλω οὐδὲ τῷ Νυρσύλα Alcm. 19)· τούτου δὲ πάλιν ὑφαιρουμένη μὲν ἡ πρώτη ἐᾷ τὸ ἐκ βακχείου, ἡ δὲ δευτέρα τὸ ἐκ παλιμβακχείου. (41, 7) 9Ὁμοίως δ' ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ που τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον παρατήρημα ἐν ἀγορᾷ δ' αὖ πλάτανον εὖ διαφυτεύσομεν. 9 εἶπε γὰρ τὸν πρῶτον παιῶνα καθαρῶς συντίθεσθαι τοῦ τελευταίου ὄντος κρητικοῦ. ὁ δὲ τέταρτος παίων 248 οὐχ οὕτω καθαρῶς, φησί, συντίθεται.– (41, 11) εἶτά φησιν, ὅτι ἐν ταῖς Θεσμοφοριαζούσαις παρέλαβεν ἐν μέσοις τοῖς τετραμέτροις κρητικούς. προεῖπε γὰρ (40, 14) ὡς ἐπιτηδεύουσιν ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν μετὰ τῶν κρητικῶν. καὶ φέρει (40, 12) παράδειγμα τὸ Κρα τίνου ἐν Τροφωνίῳ ἄνω (222 κ.) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ' ἦλθες οὐ πρὶν ἐλθεῖν, ἴσθι σαφές, ἀλλ' ὅπως. ἔστι γὰρ ἀπὸ κρητικοῦ καὶ παιῶνος πρώτου μικτόν. ὁμοίως οὖν καὶ τοῦτο, ὅ φησιν ἐνταῦθα, ἐν ταῖς Θε σμοφοριαζούσαις (41, 11) μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας ἐνθάδε γάρ εἰσιν ὥς φησιν ὁ διδάσκαλος. (41, 17) 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι. 9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐν- ταῦθα τὸ ˉα τοῦ πότνια, κοινῆς ὂν συλλαβῆς, ὅτι ἀπήρ τισεν εἰς μέρος λόγου, ὡς τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχή (Ξ 1). ἀλλὰ μᾶλλον δεῖ μὴ κατὰ τοῦτο λέγειν αὐτὸ μακρόν, ἀλλ' ὅτι ἔχει δύο σύμφωνα ἐπιφερόμενα, τὸ ˉκˉλ τοῦ κλῦθι. (42, 7) 9Θυμελικὰν ἴθι μάκαρ9 καὶ τὰ ἑξῆς· ἐκ τῶν καλουμένων Δελφικῶν ἔστιν ἡ προκειμένη χρῆσις, μὴ ἐχόντων τὸ ὄνομα τοῦ ποιητοῦ. (43, 3) 9Ὁ ταῦρος δ' ἔοικε κερίζειν· 9 Βασσαρῶν Αἰσχύλου (23) ἡ χρῆσις. Cap. XIV. Περὶ τῆς κατὰ ἀντιπάθειαν μίξεως.