COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 636 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
636.1.1
. παίων δεύτερος, ἢ σύμβλητος, ὁ καὶ κουρητικός, ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, πεντάχρονος.– παίων τρίτος ἢ διδυμαῖος ἢ κουρητικὸς ἢ δελφι κός, ὁ καὶ δρόμιος καὶ ἀρίθμιος, ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, πεντάχρονος.– παίων τέταρ τος, ὁ ὑπορχηματικός, ὁ καὶ κρητικός, ἐκ τριῶν βρα χειῶν καὶ μακρᾶς· δεῖ δὲ νοῆσαι, ὅτι κρητικὸς πρῶτος καὶ τέταρτος λέγεται. Ἰωνικὸς20 ἀπὸ μείζονος ἢ περσικός, ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, ἑξάχρονος. ἰωνικὸς μέν, ὅτι Ἴωνες αὐτῷ ἐκέχρηντο. περσικὸς δὲ διὰ τὸ τὰς ἱστορίας τὰς περσικὰς γεγράφθαι τούτῳ τῷ μέτρῳ, ὡς παρ' Αἰσχύλῳ καὶ ἄλλοις τισίν.– ἰωνικὸς ἀπ' ἐλάσσονος ἢ ὑποκύ κλιος, ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, ἑξάχρονος. Χορίαμβος20 ἢ κύκλιος ἢ ὑποβάκχειος ἢ καὶ βακ χεῖος κατὰ τροχαῖον, τινὲς καὶ χορείαμβον αὐτὸν ἐκά 219 λεσαν, ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, ἑξά χρονος. Ἀντίσπαστος20, ὁ καὶ σπονδειακὸς καὶ βακχεῖος κατὰ ἴαμβον, ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βρα χείας, ἑξάχρονος. Διίαμβος20 ἢ παράλληλος ἴαμβος ἢ ἰαμβικὴ ταυτο ποδία, ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μα κρᾶς, ἑξάχρονος. Διτρόχαιος20 ἢ ἀντιπαράλληλος, ὁ καὶ κρητικὸς κατὰ Ἀριστόξενον ἢ διχόρειος ἢ τροχαϊκὴ ταυτοποδία, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἑξάχρονος. Ἐπίτριτος20 πρῶτος ἵππειος πρῶτος ἢ καὶ κα ρικὸς ἢ καὶ δόχμιος, ἐκ βραχείας καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται.– ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτερος, ὁ καὶ καρικός, ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, ἑπτάχρονος.– ἐπίτριτος τρίτος ἢ ἵππειος τρίτος, ὁ καὶ παροδικός, ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, ἑπτάχρο νος.– ἐπίτριτος τέταρτος, ὁ καὶ μονογενής, ἐκ τριῶν μακρῶν καὶ βραχείας, ἑπτάχρονος. Δισπόνδειος20 ἢ ἐμβατήριος, ἐκ τεσσάρων μακρῶν, ὀκτάχρονος. Καὶ τοῦτο πρόδηλον· ἐν οἷς τὰ περὶ τῶν δισυλλά βων καὶ τετρασυλλάβων ποδῶν ὅσα ἐχρῆν περὶ ὀνομασίας εἴρηται· τὸ δὲ ῥητὸν εὐχερὲς ὂν καὶ πρόδηλον παρερχόμεθα τοῦ τεχνικοῦ. 220 Cap. IV. Περὶ ἀποθέσεως μέτρων. 9Περὶ ἀκαταλήκτων. Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει οἷον ἐπὶ δα κτυλικοῦ μῶσάγε Καλλιόπα θύγατερ Διός Alcm.