COMMENTARIVS GEORGII CHOEROBOSCI
Georgius Choeroboscus ConstantinopolitanusChoe 76 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1.1
· ἐπιφερομένης δὲ ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα (Α 70). τρίτος20 ἐστὶ τρόπος ὁ ἀπὸ τῆς περισπωμένης ἐὰν ἐπι φέρηται, οἷον ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν (Α 193)· τὸ ˉε καὶ τὸ ˉωˉς εἰς μίαν μακρὰν κατὰ συνίζησιν ποδί ζεται, ὡς εὐθέως προϊόντες γνωσόμεθα. ὁμοίως καὶ τὸ πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν (Ζ 81). καὶ εἰ προηγεῖται ἡ περισπωμένη, οἷον οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ζ 366)· ἔστι δὲ ἀπὸ εὐθείας τῆς οἰκεύς, σημαίνει δὲ τὸν τοῦ οἴκου. τέταρτός20 ἐστι τρόπος ὁ ἀπὸ τῆς δασείας ἢ ἐπικειμένης Αἴας δ' ὁ μέγας αἰὲν ἐφ' Ἕκτορι (Π 358), ἢ ἐπιφερομένης 206 Ἀπόλλωνος ἑκάτοιο (Η 83. Υ 295), αἴ κε κακὸς ὥς (Ζ 443), ἢ προηγουμένης ἔλπομαι ἐκτελέεσθαι ἵνα μὴ ῥέξομεν ὧδε (Η 353). πέμπτος20 τρόπος ἐστὶν ὁ διὰ τῆς στιγμῆς καὶ πόσιας· ὁ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει (Ζ 240), ὁμοίως καὶ τὸ οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν (Θ 144). ἕκτος20 ἐστὶ τρόπος ὁ διὰ τῶν ἀμεταβόλων ˉλ ˉμ ˉν ˉρ ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα (Β 44), θυμὸν ἀπὸ μελέων (Η 131. ο 354), ἀλλ' ὕδατι νίζοντες (Η 425), ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσιν (Η 474). οἱ δ' ἄλλοι τέσσαρες20 τρόποι, τουτέστιν ἕβδομος, ὄγδοος, ἔνατος, δέκατος, εἰσὶ διὰ τῶν δʹ στοιχείων, ἢ διὰ τοῦ ˉδ ἢ ˉπ ἢ ˉσ ἢ ˉτ, οἵτινες καὶ διπλασιάζεσθαι πεφύκασιν, οἷον οὐδ' ἄρ' ἔτι δήν (Ζ 139 αλ.), ὦ υἱὲ Πετεῶο (Δ 338), Ἀρτέμιδί σε ἐΐσκω 151® 152 ἐπιφερομένου τοῦ ˉσ, ἀλλὰ καὶ λήγοντος ἐν τῇ ˉλˉοˉς συλλαβῇ βέλος ἐχεπευκές (Α 51. Δ 129), 207 τοῦ δὲ ˉτ ἐπιφερομένου μήτε σύ γ' Ἄρηα τό γε δείδιθι (Ε 827)· διπλασιάζονται δὲ οὕτως ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ (Α 33. Ω 571), εἰωθότες ἔδμεναι ἄδδην (Ε