Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον περισπᾶται, οἷον πᾶν, πῦρ, κῆρ, ἦρ, ὦς, φῶς, σταῖς, κρῖ, σκῶρ, καὶ αἱ κλητικαὶ τούτων· τῇ γὰρ εὐθείᾳ τῇ περισπωμένῃ ἕπονται καὶ αἱ κλητικαί. Περισπῶνται καὶ τὰ μονοσύλλαβα τῶν στοι χείων ὀνόματα μῦ, νῦ, ξῖ, πῖ, ῥῶ, καὶ τὰ λοιπά. Ἐν δὲ τοῖς ἀρσενικοῖς περισπᾶται τὸ Θρᾷξ20 καὶ τὸ βῶξ, ἐκ τοῦ Θράϊξ20 γὰρ καὶ τοῦ βόαξ· 20 ὅμως ἡ συνήθεια ὀξύνει τὸ Θρᾴξ. Ἀπὸ τῶν εἰς σ ληγόντων περισπᾶται τὸ λᾶς, πᾶς, φθοῖς, εἷς· 20 τὸ μέντοι δισύλλαβον οὐδείς20 καὶ μηδείς20 ὀξύνεται.
1.2.1
Περισπῶνται καὶ πάντα τὰ εἰς υς διὰ τοῦ υ ψιλοῦ μο νοσύλλαβα· μῦς, σῦς, ὗς· 20 αἱ δὲ πλάγιαι τούτων βραχὺ ἔχουσι τὸ υ καὶ παροξύνονται· σύες, μύες, καὶ τὰ λοιπά· θηλυκὰ δὲ περισπῶνται ταῦτα· μνᾶ, γῆ, γραῦς, Κῶς ἡ20 νῆσος, βῶς20 τὸ σκουτάριον· δώς20 δὲ ἡ δωρεὰ καὶ κλείς20 ὀξύνονται· σῶς20 δὲ καὶ παῖς20 εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ περισπῶνται. Τὰ λοιπὰ πάντα μονοσύλλαβα ὀξύνονται· αἴξ, Πάν20 κύριον, φθείρ, Ζεύς, ῥήξ, μήν, χήν, σής, κτείς, θώψ, Τρώς, φώς20 ὁ ἀνήρ· ὀξύνονται καὶ τὰ μετοχικά· στάς, βάς· στάν, βάν.
1.3.1
Τὰ εἰς ας κατ' ἀποβολὴν τοῦ σ κλινόμενα ἢ διὰ τοῦ ντ περισπῶνται· βορρᾶς βορρᾶ, Θωμᾶς Θωμᾶ, ἀλλᾶς ἀλλᾶντος, πλὴν τοῦ ἱμάς ἱμάντος20 καὶ ἀν δριάς ἀνδριάντος· 20 ὀξύνονται καὶ αἱ μετοχαί· ἱστάς ἱστάντος, βιβάς βιβάντος. Ὅσα δὲ οὐ κατ' ἀποβολὴν τοῦ σ οὐδὲ διὰ τοῦ ντ κλίνονται, ὀξύνονται· ἐθάς ἐθάδος, καὶ τὰ θηλυκά· λαμπάς, τριάς.
1.4.1
Τὰ εἰς αν ὑπὲρ μίαν συλλαβὴν ὀξύνονται· ὁ παιάν, ὁ Ἀλκμάν· ὦ παιάν· ὦ Ἀλκμάν· 20 αἱ δὲ γενικαὶ τούτων προπερισπῶνται· τοῦ παιᾶνος, τοῦ Ἀλκμᾶνος.
1.5.1
Τὰ εἰς εις διφθογγιζόμενα ἅπαντα ὀξύνονται· οὐδείς, μηδείς, καθείς20 καὶ αἱ μετοχαί· ὁ τυφθείς, πλὴν τοῦ εἷς20 μονοσυλλάβου, ὡς καὶ προείπομεν.
1.6.1
Τὰ εἰς ευς ἅπαντα ὀξύνονται· βασιλεύς, Πηλεύς· 20 τούτων δὲ αἱ κλητικαὶ ἀποβάλλουσαι τὸ σ περι σπῶνται.
1.7.1
Τὰ εἰς ης, εἰ παρὰ τὸ κλέος20 συντέθεινται, περισπῶνται· Σοφοκλέης20 γὰρ Σοφοκλῆς, καὶ τὰ ὅμοια· περισπῶν ται καὶ ὅσα εἰς ου ἔχει τὴν γενικήν· Ἑρμῆς Ἑρμοῦ, Ἀπελλῆς Ἀπελλοῦ· 20 τὰ δὲ παρὰ ταῦτα ὀξύνονται εἴτε ἀρσενικὰ εἴτε θηλυκά· ψευδής ψευδέος, ἀληθής ἀληθέος, προβλής προβλῆτος, ἀβλής ἀβλῆτος.
1.8.1
Τὰ εἰς ους ἅπαντα περισπῶνται, πλὴν τοῦ πούς20 καὶ ὀδούς.
1.9.1
Τὰ εἰς υς εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ ὀξύνονται· τρα χύς, βραδύς, ἰχθύς, χλαμύς, νηδύς.
1.10.1
Τὰ εἰς ων διὰ τοῦ ντ κλινόμενα περισπῶνται· Ξενο φῶν Ξενοφῶντος, Χαιρεφῶν Χαιρεφῶντος, ὅτι καὶ ἀπὸ συναιρέσεως τὰ τοιαῦτα· εἰ δὲ ἑτέρως κλί νονται, ὀξύνονται· Τυφῶνος, ἡγεμόνος, πλὴν τοῦ Ποσειδῶν Ποσειδῶνος· 20 συναιρεῖται γὰρ ἐκ τοῦ Ποσειδάων. Περισπῶνται δὲ καὶ οἱ δεύτεροι μέλλοντες ἐπὶ τῶν μετοχῶν· ὁ τυπῶν, ὁ λιβῶν.
1.11.1
Τὰ εἰς ως ὀξύνονται· ἱδρώς, λαγώς· 20 ὀξύνονται καὶ αἱ μετοχαί· ὁ πεποιηκώς, ὁ τετυφώς, ὁ ἑστώς· 20 εἰ γὰρ καὶ συναιρεῖται τοῦτο, ἀλλ' οὐκ ἐξ ὀξείας καὶ βαρείας, ἀλλ' ἐκ βαρείας καὶ ὀξείας, διὸ πάλιν ὀξύνεται κατὰ τὸν κανόνα.
1.12.1
Οὐδὲν θηλυκὸν ἢ οὐδέτερον ὄνομα ὑπὲρ μίαν συλλαβὴν περισπᾶται ἀσυναίρετον ὄν, ἀλλὰ τὰ περισπασθέντα ἐκ συναιρέσεως περιεσπάσθη· συκία συκῆ, φακέα φακῆ· 20 ὡσαύτως καὶ τὰ οὐδέτερα· ἀργύρεον ἀργυ ροῦν, χρύσεον χρυσοῦν· 20 τὰ δὲ μὴ ἀπὸ συναι ρέσεως πάντα ὀξύνονται· ἡ Λητώ, ἡ λαμπάς, ἡ αἰδώς, τὸ ἑστάν, τὸ ζευγνύν· 20 ὅσα δὲ θηλυκὰ ἢ οὐδέτερα ἀπὸ ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· ἡ ἁπλῆ, τὸ ἁπλοῦν, ὅτι καὶ ἁπλοῦς, καὶ τὰ ὅμοια.

Intertext edge

Open linked passage

Note