De accentibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.13.1
Τὰ ἐθνικὰ καὶ Ἑβραϊκὰ ὀνόματα μονόκλιτά εἰσι καὶ ὀξύνονται ἐπὶ πασῶν τῶν πτώσεων· ὁ Σαμψών τοῦ Σαμ ψών, ὁ Ἰακώβ τοῦ Ἰακώβ, ἡ Ἐσθήρ, ἡ Ἰοδήθ, ἡ Μαριάμ, καὶ τὰ λοιπά. 3. 14 Αἱ εἰς ων λήγουσαι μετοχαὶ καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον οὕτω διαστέλλονται· ὧν μὲν αἱ γενικαὶ φύσει μακρᾷ παραλήγονται, τούτων αἱ εὐθεῖαι περισπῶνται· τοῦ τυποῦντος ὁ τυπῶν, τοῦ σπεροῦντος ὁ σπε ρῶν, τοῦ κτενοῦντος ὁ κτενῶν· 20 ὧν δὲ ἐν τῇ παραλη γούσῃ τῆς γενικῆς εὑρίσκεται τὸ ο μετὰ τοῦ ντ, ὀξύ νονται· τοῦ λαβόντος ὁ λαβών, τοῦ εὑρόντος ὁ εὑρών. 3. 15 Αἱ μετοχικαὶ δοτικαὶ τῶν πληθυντικῶν πᾶσαι διχρόνῳ παραληγόμεναι προπερισπῶνται· τοῖς βᾶσι, τοῖς στᾶσι, τοῖς δεικνῦσι, τοῖς ζευγνῦσι, ἐπειδὴ κατὰ τὴν παραλήγουσαν ἰσοχρονεῖν θέλει ταῖς ἄλλαις πλαγίαις ἡ δοτικὴ τῶν πληθυντικῶν, ἐνίοτε δὲ καὶ μείζονα χρόνον θέλει ἔχειν, ὥστε καὶ τὸ ἀνδριᾶσι20 καὶ τὸ ἱμᾶσι20 προπερισπᾶται.