Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.29.1
Τὰ διὰ τοῦ αια θηλυκά, εἰ μὲν ἐξ ὀνόματος γένων ται, ἐκτείνουσι τὸ α καὶ παροξύνονται, οἷον δίκη δι καία, σελήνη σεληναία, εὐκταία20 ἀπὸ τοῦ εὐχή, ἀπευκταία, περικεφαλαία20 ἀπὸ τοῦ κεφαλή, δειλαία20 ἀπὸ τοῦ δειλός, κεραία20 ἀπὸ τοῦ κέρας· 20 σὺν τούτοις καὶ ἐλαία20 καὶ νεολαία20 ἡ πληθύς· εἰ δὲ μὴ ἐξ ὀνομάτων παράγονται, βραχυκαταληκτοῦσι καὶ προπερι σπῶνται, οἷον μαῖα, γαῖα, γραῖα, αἶα, καὶ Μαῖα20 τὸ κύριον.
5.30.1
Ἁπλῶς ὅσα ἀπὸ ῥήματος γίνονται, βραχὺ ἔχουσι τὸ α καὶ προπερισπῶνται, εἰ μακρὰ παραλήγεται, οἷόν ἐστι τὸ Μοῦσα20 ἐκ τοῦ μῶ τὸ ζητῶ, βῆσσα20 ἐκ τοῦ βῶ, καὶ νῆσσα20 ἐκ τοῦ νῶ, καὶ ἧσσα20 ἐκ τοῦ ἡσσῶ· σὺν τούτοις καὶ τὰ μετοχικά, ὡς ἀπὸ ῥήματος καὶ αὐτά· σχοῦσα, τετυ φυῖα, πεποιηκυῖα· 20 σὺν αὐτοῖς στᾶσα, βᾶσα, καὶ τὰ ὅμοια προπερισπῶνται. Τούτοις ἠκολούθησε καὶ τὸ πᾶσα.
5.31.1
Ἕτερος κανὼν λέγει· τὰ εἰς α λήγοντα θηλυκὰ εἰ ἔχει τὴν παραλήγουσαν διὰ διχρόνου, ἐκτείνει αὐτό· διὸ καὶ προ περισπῶνται πᾶσα, στᾶσα, τλᾶσα, γνοῦσα, δει κνυοῦσα· πρύμνα20 δέ, πυράγρα20 ὀξεῖαν ἔχουσιν, ὡσαύ τως καὶ τὰ εἰς διπλοῦν λήγοντα· ῥίζα, σχίζα, μύξα.
5.32.1
Τὰ εἰς ρα θηλυκὰ πρὸ μιᾶς ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγονται, προπερισπῶνται, οἷον σφαῖρα, μοῖρα, στεῖρα· 20 εἰ δὲ μονοφθόγγῳ παραλήγονται, παροξύνονται· Ἥρα, χήρα, χώρα, ὥρα· 20 καὶ τὰ διχρόνῳ παραληγόμενα· λύρα, θύρα, σφύρα.
5.33.1
Τὰ διὰ τοῦ εια θηλυκὰ μακρὸν ἔχουσι τὸ α, κἂν ἀπὸ τῶν διὰ ευω ῥημάτων γένων ται, οἷον τὸ πρεσβεία20 καὶ τὸ δουλεία, πλὴν εἰ μὴ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εος κλινο μένων γίνονται· τὰ τοιαῦτα βραχὺ ἔχουσι τὸ α καὶ εἰκότως περισπῶνται.
5.34.1
Τὰ εἰς ας ὀξύνονται θηλυκὰ καὶ διὰ τοῦ δος κλί νονται· μονάς, τριάς, λαμ πάς· τῆς μονάδος, τῆς λαμπάδος, τῆς τριάδος.
5.35.1
Τὰ εἰς ις θηλυκὰ μακρᾷ παραληγόμενα προπερισπῶν ται· ῥῆσις, λῆξις20 καὶ θραῦ σις· 20 εἰ δὲ διχρόνῳ παραλήγεται, βραχὺ ἔχει τὸ δίχρονον καὶ παροξύνονται· τάσις, φρά σις, κλίσις, καὶ τὰ λοιπὰ πάντα, πλὴν τοῦ ῥῦσις, λῦ σις, πρᾶξις, χᾶτις20 καὶ πρᾶσις· 20 τοῦτο ἡ συνήθεια παροξύνει. 5. 32βις ἔτι παροξύνονται καὶ τὸ οὐ ρήθρα, δακτυλήθρα. Τὰ τῇ αυ διφθόγγῳ παρα ληγόμενα παροξύνονται· σαύ ρα, λαύρα, αὔρα20 ἡ δούλη· αὖρα20 δὲ ἡ λεπτοτάτη πνοὴ περισπᾶται· σὺν τούτοις καὶ τὸ Φαίδρα20 κύριον. 5. 33βις Τὰ διὰ τοῦ ια θηλυκὰ παροξύνονται, οἷον κοιλία20, καὶ τὰ διφθόγγῳ παραληγό μενα, οἷον θεία, χρεία, καὶ τὰ ἀπὸ τῶν ευω, οἷον πρε σβεύω πρεσβεία, καὶ τὰ ὅμοια. Τὰ δὲ εἰς α θηλυκὰ παρε σχηματισμένα ἀρσενικοῖς τῇ γενικῇ τούτων ἰσοχρονεῖ· καὶ εἰ μὲν ἡ γενικὴ εἰς μακρὸν λήγει, καὶ τὸ α μακρὸν ἔχει τὸ θηλυκὸν καὶ παροξύνεται· εἰ δὲ ἡ γενικὴ τοῦ ἀρσενικοῦ εἰς βραχὺ λήγει, καὶ αὐτὸ τὸ θηλυκὸν βραχὺ ἔχει τὸ α καὶ προπερισπᾶται, οἷον ὀξύς ὀξέος ὀξεῖα, γλυκύς γλυ κέος γλυκεῖα· 20 ἡ γὰρ γενικὴ τοῦ ἀρσενικοῦ εἰς βραχὺ λή γει καὶ διὰ τοῦτο καὶ αὐτὸ βραχύ ἐστι καὶ προπερισπᾶται· τὸ δὲ θείος θείου θεία20 καὶ ἀστείος ἀ στείου ἀστεία20 παροξύ νονται, διότι ἡ γενικὴ τοῦ ἀρσενικοῦ εἰς ου λήγει. Σημείωσαι, ὅτι ἡ γενναῖα20 καὶ ἡ σπουδαῖα20 καὶ τὰ γενναῖα20 προπερισπῶνται. 5. 35βις Τὰ εἰς ις θηλυκὰ πρὸ μιᾶς συλλαβῆς ἔχοντα τὸν τό νον καὶ μακρὰ παραληγόμενα προπερισπῶνται· μῆνις, ῥῆ σις, καῦσις, καὶ ἡ αἰτιατικὴ τὴν μῆνιν, τὴν ῥῆσιν, τὴν καῦσιν· 20 λέγει γὰρ ὁ κανών· πᾶσα αἰτιατικὴ εἰς ν λήγουσα τῇ ἰδίᾳ εὐθείᾳ ὁμο τονεῖν θέλει καὶ ὁμοχρονεῖν, καὶ αἱ κλητικαί· ὦ μῆνις, ὦ ῥῆσις· 20 καὶ ὁ κανών· τὰ εἰς ις λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. Τὰ εἰς ις διχρόνῳ παραλη γόμενα παροξύνονται· τάσις, βάσις, πλὴν τοῦ ῥῦσις, λῦσις, πρᾶξις20 καὶ πρᾶ σις· 20 τοῦτο ἡ συνήθεια παρο ξύνει. Εὗρον καὶ τὸ μῦσις20 παρά τισι περισπώμενον.
5.36.1
Ἡ Χίος, ἡ Κίος, ἡ Τίος20 παροξύνονται. Χῖος20 δὲ ἀνὴρ προπερισπᾶται.
5.37.1
Τὰ διὰ τοῦ ινη θηλυκὰ ἐκτείνουσι τὸ ι· κλίνη, ὑσμίνη, ἡρωίνη· 20 καὶ αἱ τούτων εὐ θεῖαι τῶν πληθυντικῶν προ περισπῶνται· ὑσμῖναι, κλῖ ναι, ἡρωῖναι, καὶ τὰ ὅμοια. δωτίνη· 20 τὰ κύρια Στρατο νίκη, Βερονίκη· 20 αἱ γοῦν θηλυκαὶ τούτων εὐθεῖαι ὡς βραχυκατάληκτοι περισπῶν ται· αἱ ὑσμῖναι, αἱ κλῖ ναι, αἱ ἡρωῖναι. Αἱ διὰ τοῦ ινος γενικαὶ ἀκτῖνος, Σαλαμῖνος20 προ εγράφησαν ἐν τοῖς ἀρσενικοῖς, ἤγουν ἐν τοῖς δελφῖνος, ἑρμῖνος· 20 ταῦτα δὲ περι σπῶνται.
5.38.1
Τὰ εἰς ις ὀξύτονα διὰ τοῦ δος κλινόμενα δισύλλαβα ὄντα καὶ παραληγόμενα τῷ η μακροκατάληκτά εἰσι καὶ προπερισπῶνται ἐν τῇ γενικῇ, οἷον κηλίς κηλῖδος, ψηφίς ψηφῖδος· 20 ὅσα δὲ δισύλλαβα μὴ τῷ η παραλή- γωνται ἐν τῇ γενικῇ, παροξύνονται· ῥανίς ῥανίδος, βο λίς βολίδος· 20 καὶ τῶν ὑπὲρ δύο συλλαβάς, ὅσα ἀπὸ δοτικῆς συστέλλονται· Αἰθίοπι Αἰθιοπίς, καὶ Πέλοπι Πελο- πίς. Οἱ καθ' ἡμᾶς γραμματικοὶ ὡς ἐπὶ τὸ πολὺ μόνα τὰ τὴν παραλήγουσαν ἔχοντα φύσει μακρὰν ἐκτείνουσι καὶ τὰς τούτων γενικὰς προπερισπῶσιν· αἰγῖδος, σφραγῖδος, καταιγῖδος· 20 φύσει μακρὸν εἴπομεν διὰ τὸ ἀτμίδος, βαλ- βίδος.
5.39.1
Τὰ διὰ τοῦ υνη δισύλλαβα μακρὸν ἔχουσι τὸ υ, οἷον φρύνη, αἱ φρῦναι· 20 λοιπὸν προπερισπᾶται, καὶ τὰ ὅμοια· τῶν δὲ ὑπὲρ δύο συλλαβάς, ὅσα μὲν ἔχει πρὸ τοῦ υ τὸ σ, μακρὸν αὐτὸ ἔχει· βριθοσῦναι20 ἄρα καὶ γηθοσῦναι, καὶ τὰ ὅμοια προπερισπῶνται· εἰ δὲ μὴ τὸ σ ἔχουσι πρὸ τοῦ υ, συνεσταλμένον αὐτὸ ἔχουσι· αἱ κορύναι, αἱ τορύναι, αἱ αἰσχύναι, καὶ τὰ ὅμοια παροξύνονται.
5.40.1
Τῶν εἰς υς ὀξυτόνων τὰ εἰς δος κλινόμενα βραχὺ ἔχει τὸ υ καὶ ἐπὶ τῆς γενικῆς· διὰ τοῦτο τῆς χλαμύδος20 τὸ μυ βραχύ ἐστι καὶ παροξύνεται. Τὸ ἰσχύος, Ἐριν- νύος, πληθύος20 παροξύνονται, καὶ ὁ κανών· τὰ εἰς υς ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ διὰ καθαροῦ τοῦ ος κλινόμενα τὸ δίχρονον ἐπὶ τῆς γενικῆς συστέλλουσιν ἀεί, καὶ ἐπὶ τῶν ἄλλων πτώσεων ἔν τε μονοσυλλάβοις καὶ ἐν τοῖς ὑπὲρ μίαν συλλαβήν· σῦς συός, οἱ σύες· μῦς μυός, οἱ μύες· αἱ δρύες, αἱ ὀσφύες, καὶ τὰ ὅμοια.

Intertext edge

Open linked passage

Note