De accentibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.40.1
1
6.41.1
Τὰ εἰς μα δισύλλαβα οὐδέτερα τῷ υ ψιλῷ παρα- ληγόμενα συστέλλει αὐτό· χύμα, πλύμα, πλὴν τοῦ κῦμα, θῦμα, φῦμα.
6.42.1
Γῆρας, οὖδας, οὖας, καὶ τὰ ὅμοια προπερισπῶν- ται, καὶ ὁ κανών· τὰ εἰς ας οὐδέτερα συστέλλει τὸ α.
6.43.1
Τὰ εἰς αρ οὐδέτερα προπερισπῶνται· ἧπαρ, οὖθαρ, εἶλαρ, πῖαρ· 20 σὺν τούτοις καὶ τὸ εἶθαρ20 ἐπίρρημα ἀντὶ τοῦ εὐθέως.
6.44.1
Τὰ εἰς ος δισύλλαβα οὐδέτερα τῷ α παραληγόμενα συστέλλει αὐτὸ καὶ παροξύνονται· χάος, φάος, νάπος, κράτος, λάχος, καὶ τὰ ὅμοια, πλὴν τοῦ πρᾶγος· 20 τοῦτο γὰρ μακρὸν ἔχει τὸ α, ὡς ἐκ τοῦ πράσσω.
6.45.1
Τὰ διὰ τοῦ ιον ἅπαντα παροξύνονται· παιδίον, θριγγίον, κηπίον, καὶ τὰ ὅμοια.
6.46.1
Τὰ εἰς ον μὴ καθαρῷ τῷ ι παραληγόμενα προπε- ρισπῶνται· κρῖνον, γρῖφον, ἶσον.
6.47.1
Τὰ εἰς ος τῷ ι παραληγόμενα παροξύνονται· ξίφος, στίφος, πλὴν τοῦ δῖνος, σῖνος, πνῖγος, νῖκος, κλῖτος, μῖσος, λῖπος, καὶ μῦσος20 διὰ τοῦ υ ψιλοῦ γραφόμενον· τὸ δὲ ῥίγος20 ἡ συνήθεια παρο- ξύνει, κἂν οἱ ἀρχαῖοι προπερισπῶσι.
6.48.1
Τὰ εἰς υ λήγοντα οὐδέτερα συστέλλει αὐτό, ὥστε τὸ πῶυ, μῶλυ, καὶ τὰ ὅμοια προπερισπῶνται.
6.49.1
Τὰ διὰ τοῦ υλον οὐδέτερα προπερισπῶνται· σκῦλον, φῦλον20 τὸ γένος, σῦλον20 τὸ κλέμμα, πλὴν τοῦ ξύλον20 καὶ φύλλον.
6.50.1
Τὰ εἰς ος τῷ υ παραληγόμενα προπερισπῶνται· μῦσος, κῦτος, σκῦτος, φῦκος· ψύχος20 δὲ καὶ τρύχος20 παροξύνονται.
6.51.1
Τὰ διὰ τοῦ αον οὐδέτερα ἀπὸ τῆς αι διφθόγγου γινό- μενα μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· τὸ κλαῖον τὸ κλᾶον, τὸ καῖον τὸ κᾶον.