Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.51.1
1
7.52.1
Τῶν διὰ τοῦ ανω ῥημάτων τὰ ὑπὲρ δύο συλλαβὰς ὄντα βραχύνονται· μανθάνω, τυγχάνω, ὥστε καὶ τὰ οὐδέ- τερα, τὸ μανθάνον, τὸ τυγχάνον, καὶ τὰ ὅμοια παρ- οξύνονται· τὸ δὲ ἱκᾶνον20 καὶ τὸ κιχᾶνον20 παραλόγως μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· τὸ φθάνον20 καὶ τὰ λοιπὰ δισύλλαβα παροξύνονται. Λέγει γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος· τὰ γοῦν ἀπαρ- έμφατα τούτων προπερισπῶνται· φᾶναι, λιπᾶναι, καὶ τὰ ὅμοια· σὺν τούτοις καὶ τὸ δρᾶναι ἀποδρᾶναι· φάναι20 δὲ ἀντὶ τοῦ εἰπεῖν παροξύνεται, καὶ ἱστάναι· 20 τὸ στα βραχὺ γὰρ ἔχει κατ' ἀκολουθίαν τοῦ τιθέναι, διδό- ναι· 20 ἀλλὰ δὴ καὶ τὸ ζευγνύναι, δεικνύναι.
7.53.1
Γελάω γελάσω20 βραχέα τὰ δίχρονα· διὰ τί; Ἡνίκα ἔχει ὁ ἐνεστὼς τὸ α, τότε καὶ ὁ μέλλων διὰ βραχέος τοῦ α ἐκφέρεται· γελάω γελάσω, πελάω πελάσω· 20 ἐκ τοῦ μέλλοντος λοιπὸν καὶ ὁ ἀόριστος τῶν τοιούτων βραχύνεται κατὰ τὴν παραλήγουσαν, καὶ παροξύνεται ἐν τοῖς ἀπαρεμφά- τοις· ἐγέλασα γελάσαι, ἔθλασα θλάσαι· 20 λέγει γὰρ ὁ κανών· καθόλου ὁ ἀόριστος μακρᾷ παραλήγεται, εἰ μὴ ἀπὸ τοῦ μέλλοντος ἔχει τὸ βραχύ. Ἐπιγνοίης δὲ τὸν μέλλοντα βραχείᾳ παραληγόμενον ἐκ τοῦ παθητικοῦ παρακειμένου ἔχοντος τὸ σ πρὸ τῆς τελευταίας συλλαβῆς· ἡτοίμασμαι, οὔτασμαι, πέφρασμαι, γεγέλασμαι· 20 λέγει γὰρ ὁ κανών· βραχείας οὔσης τῆς παραληγούσης τοῦ μέλλοντος προσλαμβάνει ὁ παθητικὸς παρακείμενος τὸ σ.
7.54.1
Κρίνω κρινῶ, ὁ ἀόριστος ἔκρινα20 καὶ τὸ ἀπαρέμ- φατον κρῖναι· 20 οὕτως καὶ τὸ κλῖναι, σῖναι· 20 λέγει γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγου- σαν ἐκτείνει ὁ ἀόριστος. Τούτοις ἀκολουθεῖ καὶ τὸ γερᾶραι20 καὶ ἆραι, καὶ τὰ παραπλήσια. Καὶ τὰ προστακτικὰ δὲ τοῦ πρώτου ἀορίστου ὑπόκειται τῷ κανόνι καὶ προπερισπᾶται· κρῖνον20 καὶ κλῖνον, καὶ ἆρον20 καὶ τὰ τοιαῦτα.
7.55.1
Τὸ φωτίσαι, ἁγνίσαι, ἁγιάσαι20 παροξύνονται, ἐπειδὴ κατὰ τὴν τοῦ μέλλοντος παραλήγουσαν, βραχεῖαν οὖσαν, ἔστι καὶ ἡ τοῦ ἀορίστου βραχεῖα· ὅτι δὲ ἡ τοῦ μέλλοντος τοιαύτη, δῆλον ἐκ τοῦ παθητικοῦ παρακειμένου τὸ σ ἔχοντος πρὸ τῆς ἐσχάτης συλλαβῆς· πεφώτισμαι, ἥγνισμαι, ἡγίασμαι.
7.56.1
Τὰ διὰ τοῦ ιω ῥήματα ὑπὲρ δύο συλλαβὰς συστέλλουσι τὸ ι· κυλίω, ἐσθίω· τὸ κυλίον, τὸ ἐσθίον, καὶ τὰ τοιαῦτα παροξύνονται· ἀλλὰ καὶ τὸ κυλίσω20 καὶ τὸ μηνίσω20 βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν· καὶ δῆλον ἐκ τοῦ παθητικοῦ παρακειμένου κατὰ τὸν κανόνα τὸ σ προσλαμ- βάνοντος, ὥστε καὶ τὸ κυλίσαι20 καὶ μηνίσαι20 ἀπαρέμφατα παροξύνονται. Τὸ τίω20 δισύλλαβον μακρὸν ἔχει τὸ ι, ὅθεν καὶ τὸ τῖον20 προπερισπᾶται· σὺν δὲ καὶ τὸ τῖσαι20 ἀπαρέμφατον.
7.57.1
Ὀτρύνω, ἀλγύνω, καὶ τὰ τοιαῦτα μακρὸν ἔχουσι τὸ δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων ὀτρυνῶ20 καὶ ἀλγυνῶ. Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον προπερισπᾷ· ὀτρῦναι, καὶ τὰ τοιαῦτα· σὺν τούτοις καὶ τὸ δῦναι20 καὶ ὀξῦναι, καὶ τὸ δῦνον20 καὶ ὀξῦνον20 προπερισπῶνται. Τὸ ζευγνύναι20 παροξύνεται· βραχὺ γὰρ ἔχει τὸ γνυ, κατὰ τὴν ἀκολουθίαν φησὶ τοῦ διδόναι.
7.58.1
Ὀρύσσω, ἀμύσσω20 καὶ ὀρύξαι, ἀμύξαι, καὶ τὰ ὅμοια παροξύνονται.
7.59.1
Τὰ διὰ τοῦ υω ῥήματα μακρᾷ παραλήγονται· κωλύω, μηνύω, μύω, θύω. Οἱ μὲν παλαιοὶ μακρὰ ἔχοντες τὰ ἐκ τούτων ἀπαρέμφατα, οἷον τὸ μηνῦσαι, κωλῦσαι, μῦσαι, καὶ τὰ οὐδέτερα προπερισπῶσιν· ἡ δὲ τῶν νεωτέρων συνήθεια πάντα ταῦτα παροξύνει, πλὴν τῶν ἀπὸ τοῦ θύω20 καὶ λύω20 καὶ ῥύομαι· 20 τὰ γὰρ ἀπὸ τούτων προπερισπῶσιν.

Intertext edge

Open linked passage

Note